Αίθριος

10°C

Αίθριος

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΑΡΤΗΣ

Ι.Ν. ΑΓΙΑΣ ΘΕΟΔΩΡΑΣ

Η Βασίλισσα της Άρτας

Καλώς Ήρθατε στην ιστοσελίδα της ενορίας
Αγίου Νικολάου & Αγίας Θεοδώρας Άρτης

Ακολουθία Ευαγγελιστή Λουκά

ΟΚΤΩΒΡΙΟΥ 18
ΛΟΥΚΑ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΑΠΟΣΤΟΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῷ θεοῤῥήμονι Παύλῳ φοιτήσας ἔνδοξε, τῶν ὑπὲρ νοῦν δογμάτων, θεηγόρος ἐκφάντωρ, καὶ θεῖος ὑποφήτης τῆς τοῦ Χριστοῦ, ἀνεδείχθης σαρκώσεως, τῶν ἀποστόλων συνάριθμος γεγονώς, Λουκᾶ θεῖον ἐνδιαίτημα.

Τοῦ Παρακλήτου τὴν χάριν Λουκᾶ δεξάμενος, ὡς ἥλιος ἐκλάμπεις, τοῖς ἐν σκότει τῆς πλάνης, καὶ πᾶσι τὴν σωτήριον δαδουχῶν, εὐσεβείας ἐπίγνωσιν, υἱοὺς φωτὸς ἀπειργάσω τοὺς ἐν νυκτί, τῆς ἁγνοίας ἐγκαθεύδοντας.

Τῆς θεϊκῆς ἐπιπνοίας ῥήτωρ θεόσοφος, καὶ θεῖος ὀξυγράφος, καὶ λαμπρὸς μυστολέκτης, ἐγένου, ἀνατάξας θεουργικῶς, τὸ σεπτὸν Εὐαγγέλιον, δι᾿ σὺ ἀρδεύεις ἀπόστολε δαψιλῶς, Ἐκκλησίας τὰ βλαστήματα.

Τοῦ διδασκάλου τῷ θρόνῳ Λουκᾷ ἀπόστολε, σὺν ἀποστόλοις θείοις, παριστάμενος μάκαρ, ψυχῶν τὴν θεραπείαν ὡς ἰατρός, καὶ σωμάτων τὴν ἴασιν, δίδου ἡμῖν τοῖς ὑμνοῦσι χαρμονικῶς, τὴν ἁγίαν σου μετάστασιν.

ΔΌΞΑ. ἮΧΟΣ Α´.
Χριστοῦ τὸν μαθητήν, τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, τοῦ σκεύους τῆς ἐκλογῆς, τὸν ὡραῖον χαρακτῆρα, καὶ ἔμψυχον πιστοί, οὗ ὁ ἔπαινος ἐν ταῖς Ἐκκλησίαις ἁπάσαις, Λουκᾶν τὸν ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν, αὐτὸς γὰρ ἐκήρυξε, τὰ τοῦ Θεοῦ θαυμάσια τὰ παράδοξα, φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ταῖς ἀκτῖσι, διὰ τῆς χάριτος, ἀπαύστως πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.

ΕἸΣ ΤῸΝ ΣΤΊΧΟΝ, ΣΤΙΧΗΡᾺ ΠΡΟΣΌΜΟΙΑ. ἮΧΟΣ Β´. ΟἾΚΟΣ ΤΟΥ͂ ἘΦΡΑΘΑ͂.
Ὤφθης συγκοινωνός, καὶ θεῖος συνοδίτης, τῆς ἐκλογῆς τοῦ σκεύους, μεθ᾿ οὗ σε εὐφημοῦμεν, Λουκᾶ θεομακάριστε.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ...
Πάγχρυσος οὐρανός, Ἀπόστολε ἐφάνης, τὸν ἥλιον τῆς δόξης, τῷ κόσμῳ ἀνατέλλων, λόγοις ὁμοῦ καὶ πράξεσι.

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...
Λύρα πανευπρεπής, εὔσημός σου γλῶσσα, Λουκᾶ σοφὲ ἐδείχθη, κηρύττουσα τοῖς πᾶσι, τὴν γνῶσιν τὴν οὐράνιον.

ΔΌΞΑ. ΤΡΙΑΔΙΚΌΝ.
Ἄναρχος ὁ Πατήρ, συνάναρχος ὁ Λόγος, ὁμότιμον τὸ Πνεῦμα, πέλει ἡ θεαρχία, Λουκᾶς ὁ θεῖος φθέγγεται.

Καὶ νῦν. Θεοτοκίον.
Πίστει τὴν σὴν μορφήν, Παρθένε, προσκυνοῦμεν, ἣν χρώμασιν ὑλαίοις, Λουκᾶς ὁ θεηγόρος, τῷ πόθῳ σου ἱστόρησε.

Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὅλην τὴν ἀνταύγειαν, τῆς τρισηλίου ἀκτῖνος, φεγγοβόλοις λάμψεσι, Παύλου τοῦ παμμάκαρος εἰσδεξάμενος, ὡς ἀστὴρ πάμφωτος, καὶ πυρσὸς ἄδυτος, ἐν τῷ κόσμῳ ἀνατέταλκας, καὶ κατελάμπρυνας, ταῖς μαρμαρυγαῖς τῶν δογμάτων σου, καὶ τοῖς ἀχράντοις κάλλεσι, τοῦ ὑπερκοσμίου κηρύγματος, ἅπασαν τὴν κτίσιν, εἰδώλων διαλύσας τὴν ἀχλύν, Λουκᾶ οὐράνιε ἄνθρωπε, ἀποστόλων σύμφυτε.

Παύλῳ προσεπέλασας, καὶ παρ᾿ αὐτῷ μαθητεύσας, μυητὴς παγκόσμιος τῆς ἀνθρώπων γέγονας ἀναπλάσεως, σὺν αὐτῷ πᾶσαν γάρ, κτίσιν διαθέεις, διασπείρων ἐν τοῖς πέρασι, γνῶσιν τὴν ἔνθεον, οἷα γεωργὸς ἐμπειρότατος, καὶ ἐκριζῶν ἀπόστολε, τῆς παρανομίας τὴν ἄκανθαν, ὅθεν καρποφόρον, τὴν ἄκαρπον πρὶν δείξας ἀληθῶς, νῦν Ἐκκλησίαν ἀπείληφας, τὸν μισθὸν τῶν πόνων σου.

Κάλαμος θεόγραφος, ἡ θεοῤῥήμων σου γλῶσσα, τοῦ Ἁγίου Πνεύματος, Λουκᾶ παμμακάριστε ἐχρημάτισεν, ἀκριβῶς ἅπασι, τὴν δι᾿ εὐσπλαγχνίαν, τοῦ Σωτῆρος συγκατάβασιν, καὶ τὰ ζωήῤῥυτα, πάθη καὶ τὴν θείαν ἀνάστασιν, καὶ τὴν σεπτὴν ἀνάληψιν, διατεθειμένη σαφέστατα, καὶ καλλιγραφούσα τῶν σῶν συναποστόλων εὐκλεῶς, τὰ εὐαγῆ κατορθώματα, καὶ τὰς πράξεις ἔνδοξε.

Ἑσπέρια Προσόμοια. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς Ἀπόστολος ἔνθεος, ἰατὴρ ἀληθέστατος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, ψυχῶν ὁμοῦ καὶ σωμάτων γάρ, ἰᾶσαι νοσήματα· διὰ τοῦτο ἡ πληθύς, ἰατρῶν ἐκβοῶμέν σοι, Λουκᾶ ἔνδοξε, τὴν θερμὴν ἀρωγήν σου ἡμῖν δίδου, καθ᾿ ἑκάστην ἰατρεύειν, τὰ τοῦ πλησίον νοσήματα.

Ὡς ἰάσω παθήματα, τῇ δοθείσῃ σοι χάριτι, ἰατρὲ θεόπνευστε Λουκᾶ ἔνδοξε, οὕτω βοήθει ἑκάστοτε, τοῖς πίστει προστρέχουσιν, εὐσεβέσιν ἰατροῖς, τῇ θερμῇ ἀντιλήψει σου, ἵνα πάντοτε, ἐξιώμεθα πάσης ἀσθενείας, καχεξίας βαρυτάτας, δοξολογοῦντες τὸν Κύριον.

Ὡς προστάτην καὶ ἔφορον, καὶ θερμὸν ἀντιλήπτορα, ἰατρῶν συστήματα εὐφημοῦμέν σε· σὺ γὰρ παρέχεις Ἀπόστολε, τὴν γνῶσιν τὴν κρείττονα, τοῦ ἰᾶσθαι τῶν ψυχῶν, καὶ σωμάτων συντρίμματα καὶ ἀλγήματα, ἡμῖν πᾶσι Λουκᾶ πνευματοφόρε, καὶ ὑγείαν τε καὶ ῥῶσιν, ἐπιβραβεύειν τοῖς πάσχουσιν.

ΔΌΞΑ. ἮΧΟΣ ΠΛ. Β´.
Ἀπόστολε Χριστοῦ, καὶ τῶν θείων δογμάτων συγγραφεῦ, καὶ τῆς Ἐκκλησίας ἑδραίωμα, σὺ ὡς ἀληθῶς, τὰς ἐν ζόφῳ τῆς ἀγνωσίας καρδίας, εἰσδυσάσας ἐν τῷ βυθῷ τῆς ἀπωλείας, ἑλκύσας θεηγορίαις, διέσωσας ὡς ἐκ σάλου τρικυμίας, ὀπαδὸς γενόμενος, τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου, ἀλλὰ καὶ μιμητής. Ὅθεν αἰτοῦμέν σε, Λουκᾶ ἀξιάγαστε, τῶν Ἀντιοχέων τὸ ἐγκαλλώπισμα! Πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ, ὑπὲρ τῶν πίστει ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν, ὁ αὐτός. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Καθολικῆς Α´ ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα. (Α΄, 13-20)
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ σὺ σχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται: Ἅγιοι γένεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας χρόνον ὑμῶν ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἡ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς Α´ ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα. (Δ΄ 20-Ε´ 5)
Ἀγαπητοί, ἐὰν τίς εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστί· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον, καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ ἀνάγνωσμα. (Γ΄ 1-12)
Ἀδελφοί, μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα· πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα· ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν, πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. Ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται. Οὕτως καὶ ἡ γλῶσσα, μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ. Ἰδοὺ ὀλίγον πῦρ, ἡλίκην ὕλην ἀνάπτει! Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι, ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθ᾿ ὁμοίωσιν Θεοῦ γεγονότας ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρῇ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἡ ἄμπελος σῦκα; οὕτως οὐδεμία πηγὴ ἀλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.

ΕἸΣ ΤῊΝ ΛΙΤΉΝ, ἸΔΙΌΜΕΛΑ. ἮΧΟΣ Α´.
Ἐπέφανε σήμερον ὡς οὐρανὸς ἔμψυχος, Λουκᾶς ὁ Ἀπόστολος, καὶ ταῖς τοῦ Πνεύματος χάρισιν ὡς ἐν ἀστράσι θείοις, τὸ τῆς Ἐκκλησίας στερέωμα λαμπρύνει. Δεῦτε οὖν τῶν εὐσεβῶν τὰ πληρώματα, ἐν καθαρᾷ διανοίᾳ, τῶν τούτου δωρεῶν ἐμφορηθῶμεν, ἀστράπτει γὰρ ῥήματα ζωῆς τοῖς ἐν κακίᾳ νεκρωθεῖσιν, ὕδωρ προῤῥέει τὸ ἁλλόμενον, ἐξ ὑπερῴων τῆς θείας χρηστότητος, τοῖς ἐν αὐχμῷ ἀπιστίας τηκομένοις καὶ τὸν τῆς δικαιοσύνης ἥλιον, τὸν ἐξ ὕψους ὡς ἀνατολὴν κόσμῳ φανέντα, τοῖς ἐν σκιᾷ καὶ χώρᾳ τοῦ θανάτου εὐαγγελίζεται, καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἱερὰν αὐτοῦ πανήγυριν.

Ἦχος ὁ αὐτός.
Ἐξ εἰδωλικῆς ἀχλύος, πρὸς ἀποστολικὴν περιωπήν, ὡς ἄστρον πολύφωτον, Λουκᾶ ἀνέλαμψας, καταυγασθεὶς γὰρ ταῖς τοῦ Παύλου ἀκτῖσι, τὴν τοῦ Λόγου συγκατάβασιν, ἀκριβῶς ἐμυήθης, ὅθεν καὶ τοῖς πανσόφοις σοῦ δόγμασι, τὴν οἰκουμένην κατεφώτισας, τὴν ἀγνωσίαν ἐμείωσας. Καὶ νῦν τῶν καθαρῶν ἐπιλάμψεων, θεωρὸς τυγχάνων, τὰς καρδίας ἡμῶν φώτισον, τὰ τοῦ Κυρίου ποιεῖν θελήματα.
Ὀ αὐτός.
Χριστοῦ τὸν μαθητήν, τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, τοῦ σκεύους τῆς ἐκλογῆς τὸν ὡραῖον χαρακτῆρα, ἔμψυχον πιστοί, οὗ ἐν ταῖς Ἐκκλησίαις ἁπάσαις ὁ ἔπαινος, Λουκᾶν τὸν Ἀπόστολον ἐν ὕμνοις τιμήσωμεν. Αὐτὸς γὰρ ἐκήρυξε τοῦ Θεοῦ τὰ παράδοξα θαύματα, φωτίσας τοὺς ἐπὶ γῆς, Θεολογίας ἀκτῖσιν διὰ τῆς χάριτος.

Ὀ αὐτός.
Ψυχῶν ἰατρικήν, ὑπὲρ τὴν τῶν σωμάτων ἐκμαθὼν ἐπιστήμην Σοφέ, κατ᾿ ἄμφω παγκαλλὴς ἀνεδείχθης, τὴν τοῦ Θεοῦ σοφίαν ἐμπνευσθείς, ἐν ᾖ καὶ θεραπεύων ψυχὰς καὶ τὰ σώματα, Λουκᾶ παμμακάριστε, καλεῖς πρὸς ἐπίγνωσιν, πτερεῖς πρὸς τὸν ἔρωτα τοῦ Θεοῦ τοὺς ἀνθρώπους ἑκάστοτε, ἀνάγεις εἰς οὐρανὸν καὶ ὑπὲρ πάντων πρεσβεύεις τῶν εὐφημούντων σε.

Ὀ αὐτός.
Ἀγκίστρῳ λογικῷ, τοὺς ἐν βάθει ἀγνοίας, ὡς ἰχθύας εἰσδύσαντας, ἑλκύσας εἰς ἐπίγνωσιν θείαν, τῷ Χριστῷ ὀψώνιον καλὸν προσηγάγω Παμμάκαρ τιμὴν ἀξιόχρεον, ζωὴν τὴν ἀκήρατον, Λουκᾶ ἱερώτατε. Διὸ καὶ Ἀπόστολος τοῦ Χριστοῦ ἐχρημάτισας, σοφὸς Εὐαγγελιστής, ἐξηγητὴς τῶν πρακτέων ἔργων τῆς χάριτος.

ἮΧΟΣ Β´.
Τοῦ Παύλου συνέκδημος, καὶ συνεργάτης ἀγαπητός, περιουσία πίστεως, Λουκᾶ Ἀπόστολε γέγονας, σὺν αὐτῷ γὰρ περιελθὼν τὴν κτίσιν, τῶν δεσμῶν αὐτοῦ ἐκοινώνησας, καὶ τοὺς δεσμευθέντας τῇ πλάνῃ ἠλευθέρωσας, τῆς γὰρ ἐλευθέρας Σιών, τὰ ἀγαθὰ εὐαγγελιζόμενος, ἐν δυνάμει λόγου ἐβόας· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, παιδεύουσα ἡμᾶς, πρὸς καταρτισμὸν τελειότητος.

ἮΧΟΣ Γ´.
Λουκᾶ ἀπόστολε τίσιν ἐπαίνοις ἀξίοις, πρὸς εὐφημίαν σου χρησώμεθα, οὗ ὁ ἔπαινος ἐξ ἔργων, ἐν πάσαις ταῖς Ἐκκλησίαις ἤστραψε; Σὺ γὰρ τῷ σκεύει τῆς ἐκλογῆς μαθητευθείς, τῶν θεϊκῶν μυστηρίων ὑφηγητής, καὶ ὀξυγράφος γραμματεὺς ἀναδέδειξαι. Ὅθεν τὸ τῆς εἰρήνης διαχαράξας Εὐαγγέλιον, τὴν τοῦ Χριστοῦ οἰκονομίαν διετράνωσας τοῖς πέρασι. Καὶ νῦν ἀπαύστως δυσώπει. ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ἮΧΟΣ Δ´.
Τῷ τῆς σοφίας ἀλιευτικῷ καλάμῳ, τῆς νοητῆς θαλάσσης τὸν βυθὸν ἀνιχνεύων, ἐκ θανατηφόρου βυθοῦ τὰς τῶν πιστῶν ψυχὰς ἐζώγρησας, Λουκᾶ παμμακάριστε. Ὅθεν τῷ Παύλῳ μαθητευθείς, ὅλην ἐκάθηρας τὴν σαυτοῦ καρδίαν, τῇ ἐπιλάμψει τοῦ Πνεύματος. Καὶ τοῖς δόγμασί σου τὰ ἔθνη φωτίσας, τὰ τῶν παθῶν νοσήματα τοῖς θαύμασιν ἰάτρευσας, Χριστὸν τὸν Θεόν, ὑπὲρ ἡμῶν ἀεὶ δυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ´.
Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικόν, καὶ τοῦ Σωτῆρος μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον, ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον τῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε καὶ ποταμοὺς θεομβρύτων ναμάτων, ἐκ στόματος, ἐμψυχωμένας χώρας, τοῦ Εὐαγγελίου κατήρδευσεν. Ὅθεν ἐξῆλθεν προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὀ αὐτός.
Δαβιτικῶς συνελθόντες οἱ πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι ^τοῦ λόγου, Λουκᾶ ἐκβοήσωμεν. Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζων τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν τῆς θείας ἐπιγνώσεως, ἐν ᾖ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς πράξεις συνέγραψα). Διὸ παριστάμενος τῇ Τριάδι καὶ μόνῳ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὀ αὐτός.
Πνεύματος Ἁγίου πλήρης γενόμενος, καὶ ταῖς αὐγαῖς τῆς ἀκτίστου Τριάδος πεπυρσευμένος, τὴν ὑφήλιον πᾶσαν, ὡς ἀστὴρ διαπρύσιος Λουκᾶ θεοῤῥήμων ἐφώτισας. Θωρακισθεὶς γὰρ τῷ Σταυρῷ πάσας τὰς νόσους λόγῳ ἐθεράπευσας, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν. Οὗ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, κατάπεμψον καὶ ἡμῖν, τὰ ἐλέη σου ὡς φιλάνθρωπος.

ΔΌΞΑ. Ὀ ΑΥ̓ΤΌΣ.
Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικὸν, καὶ τοῦ Σωτῆρος μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον, ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον, τῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε, καὶ ποταμοὺς θεοβρύτων ναμάτων ἐκ στόματος, ἐμψυχωμέναις χώραις, τοῦ Εὐαγγελίου κατήρδευσεν, ὅθεν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ προφητικῶς, εἰς τὴν οἰκουμένην καὶ πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν στίχον στιχηρὰ προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χάρις, τοῖς χείλεσί σου Λουκᾶ, πυρίνῃ γλώσσῃ ἐξεχύθη ἀπόστολε, καὶ γλῶσσα πυρὸς ἐδείχθης, λόγους ἐκπέμπων φωτός, τοῖς φωτὸς ἀξίοις τῷ κηρύγματι· βολίδας φλεγούσας δέ, τοῖς τὸ σκότος ποθήσασι, γράφων διδάσκων, τὸ σεπτὸν Εὐαγγέλιον, καὶ ὀσμὴ ζωῆς τοῖς ζωὴν ὄντως θέλουσιν, ὤφθης ὡς Παῦλος ἔφησεν, ὃν ἔσχες διδάσκαλον, ὀσμὴ θανάτου δὲ πάλιν τοῖς μὴ ζωὴν ἀγαπήσασιν. Ἀλλ᾿ ἡμῖν παράσχου φῶς ζωήν τε καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Στίχ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ἔγνωμεν, ἐκ τῶν λόγων τῶν σῶν, καθάπερ εἶπας τὴν τῶν λόγων ἀσφάλειαν, ὧν ἔφης ἐνθέως μύστα· ἐπείπερ γράψαι ἡμῖν, περὶ τῶν πραγμάτων ἐπεχείρησας, ὧν πεπληροφόρησαι, καὶ καθώς σοι παρέδωκαν, οἱ πρὶν αὐτόπται, ὧν καὶ ἴσος γέγονας, ὑπηρέτης τε τῆς τοῦ Λόγου σαρκώσεως, ὃν μετὰ τὴν ἀνάστασιν, εἰς Ἐμμαοὺς ἔβλεψας, καὶ καιομένῃ καρδίᾳ, μετὰ Κλεόπα συνέφαγες. Αὐτοῦ θείας θέρμης, καὶ ἡμῶν τῶν σε τιμώντων, τὰς ψυχὰς πλήρωσον.

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεὸν ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαῖρε, ὁ μόνος γράψας ἡμῖν, τὸ χαῖρε χαίρων τῆς ἁγνῆς εὐαγγέλιον, καὶ ταύτην Κυριοτόκον, εἰπόντα τὸν Βαπτιστήν, ἐκ γαστρὸς οὐ γράφεις καὶ τὴν σύλληψιν, καὶ Λόγου τὴν σάρκωσιν, πειρασμοὺς καὶ τὰ θαύματα, λόγους καὶ πάθη, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἔγερσιν, ἥν περ εἶδες καὶ ἄνοδον. Πνεύματός τε τὴν κάθοδον, κηρύκων τὰς πράξεις τε, καὶ ἐξαιρέτως τοῦ Παύλου, οὗ περ ἐδείχθης συνέκδημος, ἀκέστορ καὶ μύστα καὶ φωστὴρ τῆς Ἐκκλησίας, ἣν φρούρει πάντοτε.

ΔΌΞΑ. ἮΧΟΣ ΠΛ. Β´.
Πάνσοφε ἁλιεῦ ἅγιε μαθητά, ἐργάτα τοῦ Σωτῆρος, καὶ θρίαμβε τῶν αὐτοῦ παθημάτων, ὁ τὴν κτίσιν τῇ πίστει διαδραμών, καὶ ἐκ τῆς πλάνης τὰ ἔθνη συναγαγών, καὶ Θεῷ προσενέγκας ὡς θυμίαμα καλόν, εἰς οὐρανοὺς εὐωδώθης. Διὸ παριστάμενος τῷ κριτῇ, πρέσβευε ῥυσθῆναι ἡμᾶς τῶν ἀνομιῶν ἡμῶν, καὶ ἐν ἡμέρᾳ κρίσεως, λυτρωθῆναι τῆς κολάσεως.

ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νυδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε, διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως τὸ χαῖρε τοῦ ἀγγέλου. Χαῖρε δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀκέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
ἝΤΕΡΟΝ. ἮΧΟΣ ΠΛ. Α´, ΤῸΝ ΣΥΝΆΝΑΡΧΟΝ ΛΌΓΟΝ.
Ἰατρὸς ἀνεδείχθης ψυχῆς καὶ σώματος, ὡς Μαθητὴς τοῦ Σωτῆρος Λουκᾶ Ἀπόστολε· ὅθεν πάρεχε ἀεὶ τὴν σὴν ἀντίληψιν, τοῖς προσιοῦσιν ἰατροῖς τῇ πρεσβείᾳ σου σοφέ, ὡς ἔχων πλουσίαν χάριν, καὶ ἐκδυσώπει ἀπαύστως, ἡμῖν διδόναι θεῖον ἔλεος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΜΕΤᾺ ΤῊΝ Α´ ΣΤΙΧΟΛΟΓΊΑΝ, ΚΆΘΙΣΜΑ. ἮΧΟΣ Α´. ΤῸΝ ΤΆΦΟΝ ΣΟΥ ΣΩΤΉΡ.
Ὡς ἥλιον εὑρών, Παῦλον τὸν θεηγόρον, ηὐγάσθης παρ᾿ αὐτοῦ, τῇ τοῦ Πνεύματος αἴγλῃ, καὶ θεῖος ἀπόστολος, τοῦ Χριστοῦ ἐχρημάτισας, τὴν σοφίαν γάρ, τὴν ἀληθῆ ἀγαπήσας, ἀπεμώρανας, τὴν κοσμικὴν ἀγνωσίαν, τῷ θείῳ κηρύγματι.
Δόξα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ὡς τὴν σύμπασαν κτίσιν ὁ θεῖος φθόγγος σου, ἐξεχύθη ὡς φέγγος ζωῆς ἀπόστολε, καὶ τῶν δογμάτων σου Λουκᾶ ταῖς ἐπιλάμψεσιν, ἀνακηρύττει ἐμφανῶς, τοῖς ἐν ζόφῳ τῶν δεινῶν, τὴν γέννησιν τοῦ Σωτῆρος, καὶ τὸ ἑκούσιον πάθος, καὶ τὴν τριήμερον ἀνάστασιν.
ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Τῆς ἁγνῆς Θεοτόκου καὶ θεομήτορος, τῆς τεκούσης τὸν Λόγον τοῦ προανάρχου Πατρός, τὸν χαρακτῆρα τῆς μορφῆς ὡς καθιστόρησας, ταύτῃ παρέστησας αὐτόν, ἥτις ἐβόησε Λουκᾶ: Ἡ χάρις εἴη ἐν τούτῳ, τοῦ ἐξ ἐμοῦ γεννηθέντος, πρὸς σωτηρίαν πάσης κτίσεως.

ΜΕΤᾺ ΤῊΝ Β´ ΣΤΙΧΟΛΟΓΊΑΝ, ΚΆΘΙΣΜΑ. ἮΧΟΣ Δ´. ΤΑΧῪ ΠΡΟΚΑΤΆΛΑΒΕ.
Τοῦ Λόγου ἀπόστολος καὶ ὑπηρέτης σοφός, τοῦ Παύλου συνέκδημος καὶ φοιτητὴς ἱερός, Λουκᾶ ἐχρημάτισας, τούτου γὰρ ἀνενδότως, ἠκολούθεις τοῖς τρόποις, γράφων, ὡς ζωῆς ῥήσεις τοὺς αὐτοῦ θείους λόγους, οὓς νῦν ἡ Ἐκκλησία κατέχουσα τέρπεται.
ΔΌΞΑ. ΤῸ ΑΥ̓ΤΌ. ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Ὡς θάλαμος πάμφωτος τὸν Θεὸν Λόγον χωρεῖς, ὡς τράπεζα ἔμψυχος ἐν ταῖς χερσί σου κρατεῖς, τὸν πάντα βαστάζοντα, τούτου ἁγνὴ δυσώπει, ἐκ χειρὸς ἀλλοτρίου, ῥῦσαί με καὶ τῷ θείῳ, καταυγάσει με φέγγει, σοὶ γὰρ ἀπὸ καρδίας Κόρη προσέδραμον.

ΜΕΤᾺ ΤῸΝ ΠΟΛΥΈΛΕΟΝ, ΚΆΘΙΣΜΑ. ἮΧΟΣ ΠΛ. Δ´. ΤῊΝ ΣΟΦΊΑΝ ΚΑῚ ΛΌΓΟΝ.
Τῆς Ἐδὲμ ὁ θεόβρυτος ποταμός, ὁ τὴν γῆν καταρδεύων πνευματικῶς, Λουκᾶς ὁ θεόσοφος ἀνυμνείσθω ἐν ᾄσμασι, τὸ τοῦ Εὐαγγελίου θεόπνευστον ὄργανον, τὸ ἐκφωνοῦν τῇ κτίσει Τριάδος ἐπίγνωσιν, σήμερον γὰρ ὤφθη, τῇ σεπτῇ αὐτοῦ μνήμῃ, καὶ παύει νοσήματα καὶ διώκει τὰ πνεύματα, καὶ ἰᾶται τοὺς κράζοντας: Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐφημοῦσί σε πόθῳ, ἀπόστολε ἔνδοξε.
ΔΌΞΑ. ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Τοῦ Υἱοῦ σου Παρθένε ταῖς ἀστραπαῖς, ἀποστόλων ὁ θίασος πυρσωθείς, φῶς θεῖον γεγένηται ἐν λυχνία ὁρώμενον, καὶ τῇ θεογνωσίᾳ φωτίζον τὰ σύμπαντα, καὶ ἅλας θεραπεῦον ψυχῶν τὰ ἑλκώματα. Ὅθεν ἐκδυσώπει σὺν αὐτοῖς Θεοτόκε, ῥυσθῆναι κολάσεως, καὶ τυχεῖν θείας χάριτος, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε ὄρος πῖον Θεοῦ, χαῖρε θεῖον τοῦ Λόγου ἀλάβαστρον, χαῖρε τῆς παρθενίας, λειμὼν ὁ μυρίπνοος.

Τὸ Α´ ἀντίφωνον τοῦ α΄ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον κατὰ Λουκᾶν. (Θ΄, 1-6)
Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς: Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε, εἰς μαρτύριον ἐπ᾿ αὐτούς. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
ΨΑΛΜῸΣ Ν´.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σὸν ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´.
Σήμερον, ὁ τῆς κενώσεως τοῦ Λόγου ἑρμηνεύς, καὶ τοῦ Εὐαγγελίου συγγραφεὺς ἱερός, Λουκᾶς ὁ ἀπόστολος, ὡς πηγὴ ἐξ οἴκου Κυρίου τῇ οἰκουμένῃ προέρχεται, ἀρυσώμεθα οὖν πάντες ἀφθαρσίας ὕδωρ, καὶ τῷ Σωτῆρι βοήσωμεν· Ὁ κρατὴρ τῆς ζωῆς, Ὑπερούσιε Θεότης, ταῖς τοῦ Ἀποστόλου σου πρεσβείαις, ἀποκάθαρον ἡμᾶς ἐκ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.

Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς στ᾿ καὶ τοῦ ἀποστόλου οἱ δύο εἰς η´.
Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Σκέπη ἀσφαλὴς γενοῦ μοι, Θεοτόκε. Ἀμήν.
ὨΙΔῊ Α´. ἮΧΟΣ ΠΛ. Δ´. Ὁ ΕἹΡΜΌΣ. ὙΓΡᾺΝ ΔΙΟΔΕΎΣΑΣ.
Σκηνὴ φωτοφόρος καὶ λογική, ὑπάρχουσα Κόρη, τοῦ τῶν ὅλων δημιουργοῦ, δοχεῖον τῆς θείας ἐμφανείας, δι᾿ ἀρετῶν τὴν καρδίαν μου ἔργασαι.
Κατεῖδέ σε πάλαι ὁ Ἰακώβ, ἐν τύπῳ Παρθένε, θείαν κλίμακα ἐμφανῶς, Θεὸς διὰ σοῦ γὰρ κόσμῳ ὤφθη, καὶ τῶν βροτῶν τὴν οὐσίαν ἀνύψωσεν.
Ἐκύησας Λόγον τὸν τοῦ Πατρός, δυσὶν ἐν οὐσίαις καὶ θελήσεσιν ἀληθῶς, ἀτρέπτως Παρθένε ἑνωθείσαις, ἐν ὑποστάσει μιᾷ ὡς ηὐδόκησε.
Πηγὴ κεκλεισμένη καὶ διαυγής, ὡράθης Παρθένε ἐξ ἧς ἔβλυσε δαψιλῶς, τρυφῆς οὐρανίου ὁ χειμάῤῥους, παλινζωΐας προῤῥέων τὰ ῥεύματα.

Κανὼν πρῶτος τοῦ ἀποστόλου. Θεοφανούς. Ἦχος ὁ αὐτός. Ἡ κεκομένη.
Τῆς ἀνωτάτῳ σοφίας τὸ στόμα σου, κρατῆρα θεῖον Σοφέ, πάντες ἐπιστάμενοι, Ἀπόστολε Λουκᾶ, τὸν μέγαν καὶ ἀπόρρητον, τῆς χάριτος πλουτοῦντες θησαυρόν, προθύμως ἀρυόμεθα, τῷ Κυρίῳ ψάλλοντες· Ἐνδόξως γὰρ δεδόξασται.
Μυσταγωγῶν σε Χριστὸς τὰ οὐράνια, καὶ θεοπνεύστους γραφάς, ἀμέσως διανοίγων σοι Ἀπόστολε Λουκᾶ, καὶ μύστην ἀναδείκνυσι, καὶ κήρυκα σοφὸν τῶν ὑπὲρ νοῦν, εὐτόνως ἀνακράζοντα· τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Χειροτονεῖ σε τῷ Παύλῳ συνέκδημον, ἡ Ἐκκλησία Χριστοῦ, Λουκᾶ παμμακάριστε, τῇ χάριτι αὐτοῦ εὐθέως διαλάμποντα, ἑπόμενόν τε ἴχνεσιν αὐτοῦ, καὶ συνανακράζοντα· τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Τῆς ἀνεκφράστου καὶ θείας συλλήψεως, τῆς πανυμνήτου Ἁγνῆς, τὸν τρόπον διεσάφησας, Ἀπόστολε Λουκᾶ, τὸ Πνεῦμα τὸ Πανάγιον· ἐλήλυθε σαφῶς γὰρ ἐπ' αὐτήν, καὶ Λόγος ἐπεσκίασεν, ᾧ συμφώνως ψάλλομεν· Ἐνδόξως γὰρ δεδόξασται.

Κανὼν δεύτερος τοῦ αὐτοῦ, οὗ ἡ ἀκροστιχίς: Λουκᾶς τιμάσθω ὁ ἀπόστολος πόθῳ. Γερασίμου.
Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Λουκᾶν τὸν θεόληπτον, ἀνευφημῆσαι προθέμενος, Παράκλητε Κύριε, τὴν σὴν βοήθειαν, συνεργῆσαί μοι αἰτοῦμαι τοῖς ἐπαίνοις, ὡς ἂν τούτῳ ἄξιον, πλέξω μελῴδημα.
Παῦλος ὁ ἔνθεος, τὴν ψυχικήν σου εὐγένειαν, Λουκᾶ θεασάμενος σὲ ἐπεσπάσατο, καὶ ἀνέδειξε, τῶν ἄνω μυστηρίων, λαμπρὸν δημηγόρον σε, καὶ μύστην ἄριστον.
Ὑπῆρξας συνδέσμιος, καὶ συναιχμάλωτος ἔνδοξε, τῷ Παύλῳ ἀπόστολε, ὡς φοιτητὴς ἱερός, μεθ᾿ οὗ ἅπασαν, διαδραμὼν τὴν κτίσιν, τὸν λόγον διέσπειρας, τῆς θείας χάριτος.
Καθαίρων νοσήματα καὶ θεραπεύων παθήματα, ὡς θεῖος ἀπόστολος καὶ ἰατρὸς ἀληθής, ἐνεκέντρισας, ἀνθρώπων τὰς καρδίας, πρὸς πίστιν σωτήριον τοῦ σὲ δοξάσαντος.
ΘΕΟΤΟΚΊΟΝ.
Ἀσπόρως συνέλαβες, ἀδιαφθόρως ἐκύησας, ἀκόπως ἐβάστασας, Θεοχαρίτωτε, τὸν κατέχοντα, τὰ πάντα τῇ παλάμῃ· ὢ δόξης! ὢ χάριτος, ἧς κατηξίωσαι!
ΚΑΤΑΒΑΣΊΑ: ἈΝΟΊΞΩ ΤῸ ΣΤΌΜΑ ΜΟΥ...

ὨΙΔῊ Γ´. Ὁ ΕἹΡΜΌΣ.. ΣῪ ΕἾ ΤῸ ΣΤΕΡΈΩΜΑ.
Ἥλιον ἐκλάμψασα παρθενικῶν ἐκ λαγόνων σου, μετὰ σαρκὸς τῆς δικαιοσύνης, τοὺς ἀνθρώπους ἐφώτισας.
Ἄρουρα ἀνήροτος ἡ σὴ γαστὴρ ἀναδέδεικται, ὁ γὰρ Χριστὸς τῆς ζωῆς ὁ στάχυς ἐκ σοῦ, Δέσποινα ἔφυσε.
Στάμνος ἐπουράνιος ἀναδειχθεῖσα πανύμνητε, τὸ νοητὸν μάννα τοῖς ἀνθρώποις, ὑπὲρ λόγον ἐπήγασας.
Φύσιν προσλαβόμενος ἐκ σοῦ ὁ Λόγος θεόνυμφε τὴν τοῦ Ἀδὰμ κοινωνεῖ ἀφύρτως, σαρκὸς ἅμα καὶ αἵματος.

Τοῦ ἀποστόλου, ὁ αὐτός.
Σοῦ τὸ Εὐαγγέλιον, Λουκᾶ θεσπέσιε ἄνωθεν, Ἀνατολήν, ἐπισκεψαμένην, τοὺς ἀνθρώπους παρίστησι.
Πράξεις ἐνθεώτατα, διαπραττόμενος ἄριστα, πανευσεβῶς, τὰς τῶν Ἀποστόλων, γραφικῶς ἀνιστόρησας.
Παῦλος ὁ μακάριος, τῶν ἐγκωμίων σοι ἔπλεξε, τὰς ἀπαρχάς, καὶ τοὺς σοὺς ἐπαίνους, ἐπιγράψας παρέθετο.
Θεοτοκίον
Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Ἄχραντε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων, διὰ σοῦ νῦν σῳζόμεναι.

ΔΕΎΤΕΡΟΣ. ΤΟῪΣ ΣΟῪΣ ὙΜΝΟΛΌΓΟΥΣ.
Σοφίας ἐκφάντωρ τῆς ἐνθέου, Λουκᾶ θεία νεύσει γεγονώς, σοφίαν ἐνυπόστατον, τὴν τοῦ Θεοῦ ἐκήρυξας, ἡμῖν ἐπιδημήσασαν, σαρκὸς σοφὲ ὁμοιώματι.
Τῇ σάλπιγγι τοῦ Εὐαγγελίου, σαλπίσας εἰς ἅπασαν τὴν γῆν, ἐκ λάκκου ἀπογνώσεως, ψυχὰς ἀνθρώπων ἤγειρας, πρὸς γνῶσιν τῆς χρηστότητος, τοῦ σὲ λαμπρῶς θαυμαστώσαντος.
Ἰσχύϊ τῆς θείας ἐπιπνοίας, ῥητόρων διέλυσας πλοκάς, ῥήτωρ θεοειδέστατος, λογίων τῶν τοῦ Πνεύματος, ἀπόστολε γενόμενος, καὶ συγγραφεὺς θεοπρόβλητος.
Κυήσεως θείας ἠξιώθης, τῷ Παύλῳ Λουκᾷ μαθητευθείς, ὅθεν τὸ Εὐαγγέλιον, τοῦ Λόγου διεχάραξας, καὶ τῶν συναποστόλων σου, τὰ ἱερὰ κατορθώματα.
ΘΕΟΤΟΚΊΟΝ.
Ἀφλέκτως τὸ πῦρ τῆς θεαρχίας, νηδύϊ συνέλαβες ἁγνή, ἀῤῥήτως δὲ ἐκύησας, Χριστὸν τὸν ὑπεράγαθον, Θεὸν μὲν τὸ νοούμενον, ἄνθρωπον δὲ τὸ ὁρώμενον.
ΚΑΤΑΒΑΣΊΑ: ΤΟῪΣ ΣΟῪΣ ὙΜΝΟΛΌΓΟΥΣ...

ΚΆΘΙΣΜΑ. ἮΧΟΣ ΠΛ. Δ´. ΤῊΝ ΣΟΦΊΑΝ ΚΑῚ ΛΌΓΟΝ.
Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς ὑπέμεινας, πανεύφημε, τοῦ Κυρίου ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις εὐφραίνῃ, μακάριε· ὅθεν καὶ τῷ κόσμῳ τὸ Χριστοῦ εὐαγγέλιον κηρύξας, ἐφώτισας τὴν ὑφήλιον ἅπασαν, Λουκᾶ πανσεβάσμιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
ΔΌΞΑ. ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν παράδεισον τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι Παρθένε τὴν χάριν σου.

ὨΙΔῊ Δ´. Ὁ ΕἹΡΜΌΣ. ΕἸΣΑΚΉΚΟΑ ΚΎΡΙΕ.
Ἀπειράνδρως γεννήσασα, τὸν παραγαγόντα τὰ πάντα ῥήματι, θεϊκῆς ἀναγεννήσεως, Δέσποινα ἠξίωσας τὸ ἀνθρώπινον.
Λόγῳ Λόγον συνέλαβες, τὸν ἐξ ἀλογίας ἡμᾶς ῥυσάμενον, καὶ Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, προελθόντα Κόρη ἐξ αἱμάτων σου.
Ἡ ἁγνεία σου ἄφθορος, καὶ μετὰ τὴν κύησιν Κόρη ἔμεινεν, ὁ γὰρ κτίστης σωματούμενος, τὴν σὴν παρθενίαν οὐκ ἐλυμήνατο.
Σὲ ὡς κρίνον πανεύοσμον, μέσον ἀκανθώδους ἁγνὴ συγχύσεως, κατοπτεύσας ὁ φιλάνθρωπος, ἐκ σοῦ ὥσπερ ἄνθος ἡμῖν ἐξήνθησε.

Τοῦ ἀποστόλου. Ἐπέβης ἐφ᾿ ἵππους.
Ὡς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἡ χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀγώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως· Δόξα τῇ δυνάμει σου Κύριε.
Εὑρὼν σου τὸ κάλλος, τῆς διανοίας ὁ Κύριος, ὡς ταῖς θεῖαις ἀκτῖσιν, ὡραίως διαλαμπούσης, κήρυκά σε προχειρίζεται, τοῖς πίστει μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ Μήτηρ ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πιστῶς μελῳδοῦντας· Δόξα τῇ δυνάμει σου Κύριε.

ΔΕΎΤΕΡΟΣ. Ὁ ΚΑΘΉΜΕΝΟΣ ἘΝ ΔΌΞΗΙ.
Συνοδίτην σε ὁ Παῦλος, ὁπαδὸν καὶ ὁμότροπον, ὡς κεκαθαρμένον, ψυχή τε καὶ σώματι εὕρατο. Ὅθεν ἐπαίνων σοι γραφῶν τὰ ἐγκώμια, συνεργάτην σε, ἀγαπητὸν κατωνόμασε.
Θεοῤῥήμονί σου γλώσσῃ, καὶ εὐσήμοις ἐν χείλεσι, τῆς οἰκονομίας τοῦ σαρκὸς ὀφθέντος παχύτητι, τὸ πρὸ αἰώνων μυστήριον ἐκήρυξας, ἐπ᾿ ἐσχάτων δε, φανερωθὲν ὡς ηὐδόκησεν.
Ὡς λαμπὰς θεογνωσίας, ὡς λυχνία πολύφωτος, ὥσπερ θεῖος ὄρθρος, τῆς δικαιοσύνης τὸν ἥλιον, τοῖς σελασφόροις σου λόγοις καθυπέδειξας, τοῖς κραυγάζουσι· Δόξα, Χριστέ, τῇ δυνάμει σου.
Οὐρανὸς Θεοῦ τὴν δόξαν, λογικὸς διηγούμενος, τοῦ συγκαταβάσει, οὐρανοὺς ἀπόστολε κλίναντος, τοῖς ἐν τῇ γῇ ἀνεφάνης καὶ οὐράνωσας, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
ΘΕΟΤΟΚΊΟΝ.
Ἄνευ φύρσεως ὁ Λόγος, ἤ τροπῆς ἤ συγχύσεως, ἐν τῇ σῇ κοιλίᾳ, ἄχραντε Παρθένε κεκένωται, μὴ ἀποστὰς συνεδρίας τῆς τοῦ φύσαντος, διασῴζων με, βεβυθισμένον τοῖς πταίσμασι.
Καταβασία: Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

ὨΙΔῊ Ε΄. Ὁ ΕἹΡΜΌΣ. ἽΝΑ ΤΊ ΜΕ ἈΠΏΣΩ.
Γεωργεῖς ἀνηρότως, πλούτῳ εὐσπλαγχνίας τὸν ὑπερούσιον, ὡς φυτὸν ὡραῖον, τὸν καρπὸν ἀναθάλλον τῆς γνώσεως καὶ τοὺς νεκρωθέντας, τῇ ἐκ τοῦ ξύλου παραβάσει, ἀνακτώμενον δι᾿ ἀγαθότητα.
Ἐν νηδύϊ σου κόρη, ἀστενοχωρήτως τὸν Λόγον χωρήσασα, ὤφθης πλατυτέρα, οὐρανῶν ἁπάσης τῆς κτίσεως· ὅθεν τὴν ψυχήν μου, ἀπὸ στενώσεως θανάτου, πρὸς ζωὴν ἀπαθείας κυβέρνησον.
Ναὸς ἔμψυχος ὤφθης, τῆς δικαιοσύνης δεχθεῖσα τὸν πρύτανιν, κόρη ἐν κοιλίᾳ, σαρκωθέντα ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καὶ διὰ θανάτου, δικαιοσύνην καὶ εἰρήνην, καὶ ζωὴν τοῖς ἐν ᾍδη πηγάσαντα.
Οὐρανίων χαρίτων, καὶ τριαδικῶν μυστηρίων θησαύρισμα, γέγονας Παρθένε, μεσιτεύσασα Πλάστῃ καὶ πλάσματι, ὁ γὰρ Θεὸς Λόγος, ἐκ σοῦ ἀνέπλασε τὴν φύσιν, συντριβεῖσαν ἀπάτῃ τοῦ ὄφεως.

ΤΟΥ͂ ἈΠΟΣΤΌΛΟΥ. ΦΏΤΙΣΟΝ ἩΜΑ͂Σ.
Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τῶν μολυσμάτων ἐκ τῶν πρὶν καθαρθείς, ἀγάπης νόμῳ, τοῖς πᾶσι Λουκᾶ μετέδωκας.
Σὺ ταῖς ἀστραπαίς, ταῖς τῆς χάριτος πανόλβιε, κατηυγασμένος καθωράθης σαφῶς, πυρίνῃ γλώσσῃ, ἐνθέως Λουκᾶ φθεγγόμενος.
Παύλῳ τῷ σοφῷ, συνοδεύειν ἐπεπόθησας· ἀγαπητὸς γὰρ προσηγόρευσαι, ὡς ὑπηρέτης, Εὐαγγελιστὰ τῆς χάριτος.

Θεοτοκίον
Χαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς Προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας, ἡ λύσις τοῦ Προπάτορος.

ΔΕΎΤΕΡΟΣ. ἘΞΈΣΤΗ ΤᾺ ΣΎΜΠΑΝΤΑ.
Παράδεισος ἔμψυχος, καὶ πανευώδης πέφηνας, ἔχων ὥσπερ ξύλον ζωηφόρον, τὸ Εὐαγγέλιον τὸ οὐράνιον, ἐξ οὗ ἀφθαρσίαν καὶ ζωήν, δρέπονται ἀπόστολε, οἱ πιστῶς προσιόντες σοι.
Θεῖος ἀπόστολος, Λουκᾶς ὁ παμμακάριστος, ὥσπερ ποταμὸς Θεοῦ τοῦ ζῶντος, ἐξ ὑπερῴων ὑδάτων πρόεισι, βρύων μυστικὰς ῥοάς, καὶ ἀρδεύων πάντοτε, Ἐκκλησίας τὰς αὔλακας.
Σταυρὸν καὶ τὰ θαύματα, τὰ πάθη καὶ τὴν ἔγερσιν, τοῦ μέχρι σαρκὸς συγκαταβάντος, καλλιεπείᾳ λόγου συνέγραψας, ὥσπερ ὀξυγράφος γραμματεύς, καὶ λαμπρὸς διάκονος, τοῦ Σωτῆρος ἀπόστολε.
ΘΕΟΤΟΚΊΟΝ.
Τὴν στάμνον τὴν πάγχρυσον, τὴν ῥάβδον τὴν βλαστήσασαν, τὸν δημιουργὸν καὶ βασιλέα, τὴν θεοδόχον κόρην τιμήσωμεν, αὕτη ἐῤῥύσατο φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον, τὸν Θεὸν σωματώσασα.
ΚΑΤΑΒΑΣΊΑ: ἘΞΈΣΤΗ ΤᾺ ΣΎΜΠΑΝΤΑ...

ὨΙΔῊ ΣΤ´. Ὁ ΕἹΡΜΌΣ. ἹΛΆΣΘΗΤΊ, ΣΩΤΉΡ·
Χριστοῦ περιφανές, Παρθένε ὤφθης ἀνάκτορον, ὁ ἐν ἁγίοις καὶ γὰρ ἐπαναπαυόμενος, ἐκ σοῦ προελήλυθεν, ἡμᾶς ἁγιάζων, κοινωνίᾳ θείου Πνεύματος.
Μύρον ἐκ σοῦ ὁ Χριστός, ἀποτεχθεὶς ἐλυτρώσατο, δουλώσεως καὶ φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον, καὶ ὀσμὴν διέπνευσε, τῆς ἀθανασίας, τοῖς θανάτῳ ὑποκύψασιν.
Ὁλόφωτος λαμπηδών, τοῖς ἐν νυκτὶ ματαιότητος, ἐπέφανας ἀληθῶς, Παρθένε ἀστράψασα, φῶς τὸ ὑπερούσιον, παχύτητι ὕλης, εἰς ζωῆς φαῦσιν τοῖς πέρασιν.
Ἱλύος παθητικῆς, καὶ πονηρᾶς οἴμοι ἕξεως, καὶ πάσης φθοροποιοῦ, κόρη παραβάσεως, τὴν ψυχήν μου λύτρωσαι, καὶ τὴν σκοτοδίνην, τῶν προλήψεων ἀπέλασον.

Τοῦ ἀποστόλου. Τὴν δέησιν ἐκχεῶ.
Εἰς ὄρος τῶν ἀρετῶν Ἀπόστολε, ἀναβὰς τῷ ποθουμένῳ ὡμίλεις, καὶ ὡς Μωσῆς θεογράφους, τὰς πλάκας, ἐγγεγραμμένας δακτύλῳ του Πνεύματος, ἐδέξω Μακάριε διττάς, Λουκᾶ τῆς οἰκουμένης διδάσκαλε.
Τὸν κόσμον σαῖς διδαχαῖς ἐφώτισας, οἷα ῥήτωρ τῆς σεπτῆς Ἐκκλησίας· ταῖς γὰρ αὐγαῖς, τῆς ἀκτίστου Τριάδος, πεπυρσευμένος ὡράθης Θεόληπτε, καὶ γέγονας ὥσπερ ἀστήρ, δᾳδουχῶν οἰκουμένης τὰ πέρατα.
Τὰς νόσους νῦν τῶν ψυχῶν Θεόπνευστε, ἰατρεύεις τῶν σωμάτων ὡς πάλαι, ἐμπιστευθείς, οὐρανόθεν τὸ δῶρον, καὶ ὡς πλουτήσας τὴν χάριν τοῦ Πνεύματος· ὁ Παῦλος γὰρ σε μαρτύρων, ἰατρὸν γεγονέναι παρίστησιν.
Θεοτοκίον
Ἐπέβλεψεν ἐπὶ σὲ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης Πανάμωμε· καὶ ἔσωσέ με διὰ σοῦ ἐκ φθορᾶς, ὡς Θεός καὶ φιλάνθρωπος.

Δεύτερος. Τὴν θείαν ταύτην.
Ὄρος ἐφάνης ἀπόστολε, σταλάζον γλυκασμὸν θείου Πνεύματος, δι᾿ οὗ κατέπευσας, τὴν τῆς κακίας πικρότητα, καὶ τὰς τῶν πιστευσάντων, ψυχὰς ἐγλύκανας.
Λουκᾶν τὸν θεῖον τιμήσωμεν, ὡς μέγαν οἰκονόμον τοῦ Πνεύματος, καὶ μύστην ἄριστον, καὶ θεηγόρον ἀπόστολον, Χριστοῦ τοῦ Ζωοδότου, καὶ πανοικτίρμονος.
Ὄργανον ὤφθης θεόφθογγον, κρουόμενον τῷ πλήκτρῳ τοῦ Πνεύματος, Λουκᾶ Ἀπόστολε, καὶ καταθέλγον τὰ πέρατα, τῶν ἱερῶν δογμάτων, ταῖς ὑφηγήσεσι.
ΘΕΟΤΟΚΊΟΝ.
Σοφίαν Λόγον καὶ δύναμιν, Πατρὶ τὴν συμφυῶς συνυπάρχουσαν, σωματωθεῖσαν δὲ, ἐκ τῆς ἀχράντου Θεόπαιδος, ἐκήρυξας τῷ κόσμῳ, μακαριώτατε.
Καταβασία: Τὴν θείαν ταύτην καὶ πάντιμον.

Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Μαθητὴς γενόμενος, τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.
Ὁ Οἶκος
Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ, τὰ πάθη τῆς ψυχῆς μου καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δός μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων ἀντὶ μύρων, τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν, ὡς στήλη γὰρ ζωῆς, ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν ἀποστόλων, πᾶσιν ἐκφωνεῖ, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.

ΣΥΝΑΞΆΡΙΟΝ.
Τῇ ΙΗ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
Εἰς Ἐμμαοὺς βλέπειν σὲ κἂν πρὶν εἱργόμην
(Λουκᾶς λέγει) τρανῶς σε νῦν, Χριστέ, βλέπω.
Ὀγδοάτη δεκάτη πέρατος βίου ἔμμορε Λουκᾶς.
Λουκᾶς ὁ μέγας Εὐαγγελιστής, ἧν ἀπὸ τῆς κατὰ τὴν Συρίαν Ἀντιοχείας τῆς μεγάλης, ἰατρὸς τὴν τέχνην, καὶ ἄκρως τὴν ζωγραφικὴν ἐπιστάμενος ἐπιστήμην. Οὗτος ἐν Θήβαις τῆς Βοιωτίας διάγων καὶ ἰατρεύων, ἐπὶ Τίτου Κλαυδίου βασιλέως, ἐνέτυχε τῷ Ἁγίῳ Παύλῳ τῷ Ἀποστόλῳ, καὶ πιστεύσας τῷ Χριστῷ, ἀπώσατο τὴν πατρώαν πλάνην, καὶ τὴν περὶ τὰ σώματα θεραπείαν ἀφιείς, τὴν τῶν ψυχῶν προσελάβετο. Συνεγράψατο δὲ καὶ τὸ κατ’ αὐτὸν Εὐαγγέλιον πρὸς Θεόφιλον τινὰ ἡγεμόνα, πιστεύσαντα εἰς Χριστόν, ὑπαγορεύσαντος αὐτῷ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Ἔπειτα ἐξέθηκε καὶ τὰς πράξεις τῶν Ἀποστόλων πρὸς τὸν αὐτὸν Θεόφιλον. Μετὰ δὲ τὸ ἐγκαταλιπεῖν τὸν Παῦλον, πᾶσαν τὴν Ἑλλάδα διδάξας, ἐν Θήβαις τῆς Βοιωτίας, ὡς φασίν, ὀγδοήκοντα ἐτῶν γενόμενος, ἐν εἰρήνῃ ἀνεπαύσατο. Ἐν ᾧδε τόπῳ κατετέθη τὸ σῶμα αὐτοῦ, δοξάζων ὁ Θεὸς τὸν ἴδιον θεράποντα καὶ ἐργάτην, κολοῦρια ἤ κολλύρια ἔρεξεν ἐπάνω τοῦ μνήματος αὐτοῦ, σύμβολον τῆς αὐτοῦ ἐπιστήμης, ὅθεν καὶ γνωριμώτερος γέγονεν ὁ τάφος αὐτοῦ τοῖς πᾶσιν.
Ὁ δὲ Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου υἱός, μετακομίζει ἐκ Θηβῶν τὸ λείψανον αὐτοῦ, δι’ Ἀρτεμίου τοῦ μεγάλου δουκὸς Αἰγύπτου καὶ Μάρτυρος, καὶ κατίθησιν αὐτὸν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ὑπὸ τὴν ἱερὰν τράπεζαν, μετὰ Ἀνδρέου καὶ Τιμοθέου.
Φασὶ δὲ αὐτὸν πρῶτον τὴν Εἰκόνα τῆς Ἁγίας Θεοτόκου, ἐν ἀγκάλαις φέρουσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ ζωγραφικῆς τέχνης ἐκ κηροῦ, καὶ ἑτέρας δύο ζωγραφῆσαι, προσενεγκεῖν τε αὐτὰς τὸν Ἀπόστολον τῇ Μητρὶ τοῦ Κυρίου, εἰ ἀρεστόν ἐστιν αὐτῇ, καὶ αὐτὴν ἀποδέξασθαι καὶ εἰπεῖν τό: Ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος εἴη δι’ ἐμοῦ μετ’ αὐτῶν. Ὡσαύτως καὶ τῶν Ἁγίων Ἀποστόλων καὶ Κορυφαίων τὰς ἁγίας εἰκόνας. Καὶ ἐξ ἐκείνου εἰς πᾶσαν τὴν οίκουμένην ἐξενεχθῆναι τὸ τοιοῦτον καλὸν καὶ εὐσεβὲς καὶ πάντιμον ἔργον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μάρτυρος Μαρίνου τοῦ Γέροντος.
Γέρων Μαρίνος ἐξελέγχει γραῦν πλάνην,
Τόλμῃ νεάζων καὶ τελειοῦται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.
Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
Ἰουλιανὸς ἄσμενος παρατρέχει.
Οὗτος, καταλιπὼν τὸν κόσμον, ἀπῆλθεν ἐν ταῖς ὄχθαις τοῦ Εὐφράτου ποταμοῦ, καὶ εὑρὼν ἐκεῖσε σπήλαιον, τον μοναστὴν ἐν τούτῳ διῆγε βίον. Τοῦτον πολλοὶ ζηλώσαντες, προσεῤῥύησαν τῷ σμικροτάτῳ σπηλαίῳ, καὶ καλύβας πηξάμενοι γύρωθεν, μέχρι τῶν ἑκατὸν γεγόνασι, σιτιζόμενοι τὰ παραπλήσια τῷ διδασκάλῳ. Οὗτος ὁ θαυμάσιος καὶ δράκοντα ἀπέκτεινε, καὶ ὕδωρ ἐν γῇ ἀνύδρῳ βλύσαι πεποίηκεν. Οὗτος καὶ τὸ Σίναιον ὄρος ἐλθών, ἐν τῇ Πέτρᾳ, ᾗ Μωσῆς ὁ νομοθέτης, εἶδε τὸν Θεόν, ὡς ἦν δυνατὸν ἰδεῖν, ἐκκλησίαν ᾠκοδόμησε καὶ μέχρι τοῦ νῦν περίεστιν. Ἀλλὰ καὶ τὴν τοῦ δυσσεβοῦς καὶ ἀποστάτου Ἰουλιανοῦ ὑποστροφὴν ἀπὸ τῶν Περσῶν πολλοὶ δεδιότες, ἐπεὶ παρεκάλουν, γινώσκοντες αὐτὸν τοῦ Θεοῦ δοῦλον γνήσιον, οὗτος ἐπὶ δεκάτην ἡμέραν τὴν πρὸς Θεὸν αὐτοῦ ἁγίαν προσευχὴν ἐπεκτείνας: Οὐ μόνον διὰ σε, ἤκουσεν, ἀλλὰ καὶ δι’ ἑτέρων πολλῶν παννύχους παρακλήσεις καὶ δεήσεις ὁ μιαρὸς καὶ δυσσεβὴς Ἰουλιανὸς ἀποσφάττεται.
Μετὰ δὲ χρόνους τινάς, τοῦ μακαρίου Μελετίου ἐξ Ἀντιοχείας διωχθέντος, προσεκαλέσαντό τινες τὸν μακάριον τοῦτον, εὐχῆς καὶ παρακλήσεως καὶ παρηγορίας πολλῶν ἕνεκα, καὶ συνθέμενος καὶ ἀπερχόμενος προσεδέχθη ἐν ὁδῷ παρὰ γυναικὸς φιλοθέου. Καὶ ἐπεὶ κατακλιθέντος εἰς δεῖπνον τοῦ Ἁγίου, ὅπερ εἶχεν ἑπταετὲς παιδίον ἡ γυνὴ μονογενές, ἐν τῇ τραπέζῃ ἀσχολούμενον, μικρὸν ἐξ ὀφθαλμῶν παρελθόν, συνέβη πεσεῖν ἐν τῷ φρέατι, ἡ τιμία γυνή, γνοῦσα μὲν τοῦτο, μηδὲν τὸ παράπαν ἀλλοιωθεῖσα, ἀλλὰ μᾶλλον τὸ φρέαρ σκεπάσασα, μεγαλοψύχως διηκόνει, καὶ τὸ ἅγιον τὸ παιδίον ἐπιζητοῦντα, παρεκρούσατο διὰ νόσον ἐπισυμβᾶσαν. Τοῦ δὲ ἐπιμελῶς το παιδίον ἐπιζητοῦντος ἐπὶ τῆς τραπέζης ἐλθεῖν, καὶ εὐλογίας ἀπολαῦσαι, γνωστὸν ἐγένετο τὸ πραχθέν. Εὐθέως δὲ τῆς τραπέζης ἐξαναστάς, καὶ τὸ κάλυμμα τοῦ φρέατος ἀποῤῥίψας, ὡς εἶδε τὸ παιδίον ἁλλόμενον ἐν τοῖς ὕδασιν ὑγιές, καὶ οἷα παίζοντι τῇ χειρί προσεοικός, ἀχθῆναι τοῦτο διά τινος τῶν παρευρεθέντων ἐκέλευσε, καὶ τούτου γενομένου καὶ τὸ παιδίον ἐρωτώμενον, οὐδέν τι δεινὸν παθεῖν ἔφασκε, διὰ τὸ κουφίζεσθαι τοῦτο, καὶ ἀνέχεσθαι ὑπὸ τοῦ προσομιλοῦντος αὐτὸ ἐν τοῖς ὕδασι καὶ προσπαίζοντος γέροντος.
Ὁδεύοντι δὲ αὐτῷ ἐν τῇ ὁδῷ ποτέ, καὶ ἐπὶ τὰ Βασίλεια ἀπερχομένῳ, τὶς κατακείμενος ὤν, προσεγγίσας τῇ σισύρᾳ αὐτοῦ, εὐθέως ἀνέστη, ἀκολουθῶν αὐτῷ, ὡς ὁ πάλαι χωλὸς τῷ Πέτρῳ καὶ Ἰωάννῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ εἰς τὴν ὀρθόδοξον πίστιν ὑποστηρίξας αὐτόν, ὑπέστρεψεν ἐπὶ τὴν ἀσκητικὴν αὐτοῦ παλαίστρην, διὰ τῆς Κύρου την πορείαν ποιούμενος. Οἱ δὲ τῆς πόλεως Κύρου κρατήσαντες τὸν Ἅγιον εἰς παράκλησιν, ἔλεγον: Τοῦ Θεοῦ δοῦλε, Ἀστέριον τινά, ἀντὶ τοῦ Ἐπισκόπου ἡμῶν προσδοκῶμεν, δυσσεβῆ καὶ ὀλέθριον. Πρόσμεινον μεθ’ ἡμῶν, καὶ βοήθησον εἴτι δύνασαι, μη ποτε τῇ στωμύλῳ αὐτοῦ γλώσσῃ αὐτὸς ἐν λόγοις τισὶ διαστρέψῃ ἡμᾶς. Ὁ δὲ προσμείνας, καὶ ευχὴν παννύχιον ὀλίγων συνελθόντων ἐκτελέσας, θεηλάτῳ ὀργῇ τοῦτον ἀπέκτεινε, μιᾶς καὶ μόνης ἡμέρας ζωὴν ἐπώδυνον ἐάσας τούτῳ. Ὑποστρέψας δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ χρόνους ἱκανοὺς διαρκέσας σὺν αὐτοῖς, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τεσσαράκοντα Παῖδες, ξίφει τελειοῦνται.
Παίδων διπλῆ τέθνηκεν εἰκὰς ἐκ ξίφους,
Τιμῶσα Χριστὸν τὸν διπλοῦν κατ’ οὐσίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, ξίφει τελειοῦται.
Ὡς πύργος ἐνδοὺς τὴν κάραν κλίνας Μνάσων,
Πτῶσιν πρὸ τῆς γῆς τὴν ἀπὸ ξίφους μένει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη, τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων ἐν ἔτει ᾳφκβ΄ (1522).
Ὁ Κυρμιδώλης καὶ Γαβριὴλ οἱ δύο,
ἀθλοῦσιν ἅμα καὶ στεφανοῦνται ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Συμεὼν καὶ Θεοδώρου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, τῶν εὑραμένων τὴν ἀποστολικὴν καὶ πάνσεπτον Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου, τὴν Σπηλαιώτισσαν, καὶ τῆς τοῦ Μεγάλου Σπηλαίου Μονῆς καθηγησαμένων.
Ἐν γῆς μὲν ἄντρῳ τῆς Παρθένου τὸν τύπον,
ἐν οὐρανοῖς δὲ ζῶσαν αὐτὴν εὕρετε.
Ὁκτωκαιδεκάτῃ, Συμεῶνά τε καὶ Θεόδωρον,
Εὐφροσύνην θ’ ὁσίως τὸ Μέγα Σπήλαιον ἀείδει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, ἐπισκόπου Ἱεροσολύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ζλάτα Μαγκλένσκα τῆς Βουλγαρίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσόν ἡμᾶς.

ὨΙΔῊ Ζ΄. Ὁ ΕἹΡΜΌΣ. ΠΑΙ͂ΔΕΣ ἙΒΡΑΊΩΝ ἘΝ ΚΑΜΊΝΩΙ.
Θρόνος θεότευκτος ὡράθης, τοῦ ἐν ἅρμασιν ἀΰλοις ὀχουμένου, καὶ λαγόσι τοῖς σοῖς, ἁγνὴ ἐναυλισθέντος, καὶ σώσαντος τοὺς κράζοντας: Χαῖρε Κεχαριτωμένη.
Ἔσταξεν ἄχραντε ὡς ὄμβρος, ἐν κοιλίᾳ σου εἰρήνης ὁ χειμάῤῥους, καὶ πηγάζει ἀεὶ τῆς ἀφθαρσίας ῥεῖθρα, ὡς γλυκασμὸν ἀθάνατον, τοῖς πιστῶς σὲ εὐφημοῦσι.
Ὅλη καλὴ λαμπρά τε ὤφθης, τῷ Θεῷ ἡμῶν πρὸς πάντων τῶν αἰώνων, παρθενίας αὐγαῖς ἐκλάμπουσα τῇ κτίσει, καὶ λύουσα πανάμωμε, τὴν ὁμίχλην τῆς ἀπάτης.
Τίς ἡ πλησίον τοῦ Δεσπότου, ὡς βασίλισσα ἐν κροσσωτοῖς χρυσέοις; Ἡ τεκοῦσα σαρκὶ τὸν Κύριον τῆς δόξης, καὶ σῴζουσα τοὺς ψάλλοντας: Χαῖρε κεχαριτωμένη.

Τοῦ ἀποστόλου, ὁ αὐτός.
Ὥπως Λουκᾷ τε καὶ Κλεόπᾳ, ἐμφανίζεται Δεσπότης ἐκ τοῦ τάφου! ἀναστὰς γὰρ αὐτούς, ἐδίδασκε κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τρίβον τοῦ βίου διατρέχων, συνοδεύοντα τὸν Λόγον εὗρες Μάκαρ, οὐρανίων σκηνῶν, ἀνοίγοντά σοι πύλας· Εὐλογητὸς εἶ κράζοντι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λύρα τοῦ Πνεύματος ἐδείχθης, μελῳδήματα θεόθεν φθεγγομένη, τοὺς ἀνθρώπους Λουκᾶ, φωτίζουσα βοῶντας· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Χαῖρε Μαρία Θεοτόκε, ὁ Ἀσώματος ἐβόα σοι Παρθένε· σὺν αὐτῷ δὲ πιστοί, βοῶμέν σου τῷ τόκω· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Δεύτερος. Ὁ διασώσας ἐν πυρί.
Πᾶσαν κυκλώσαντες τὴν γῆν, Παῦλε καὶ Λουκᾶ οἱ θεόπται, θεηγορίαις ἱεραῖς, τῶν γηΐνων πρὸς Θεὸν ἀνυψώσατε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ Θεὸς ὁ πατέρων εὐλογητὸς εἶ.
Ὅλος πυρίπνους γεγονώς, τῇ τοῦ Παρακλήτου ἐλλάμψει, φλέγεις εἰδώλων τὴν ἰσχύν, καὶ λαμπρύνεις τῷ φωτὶ τοῦ βαπτίσματος, τοὺς βοῶντας ἀπόστολε· ὁ Θεὸς ὁ πατέρων εὐλογητὸς εἶ.
Ἱερουργὸς τῶν ὑπὲρ νοῦν, εὐαγγελιστὴς τῶν ἀῤῥήτων, μυσταγωγὸς θεοειδής, καὶ φωστὴρ τῶν ἐκβοώντων, γεγένησαι Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ πατέρων εὐλογητὸς εἶ.
ΘΕΟΤΟΚΊΟΝ.
Ὡραιοτάτη καὶ καλή, σὺ ἐν γυναιξὶν ἀνεδείχθης, τὸν ὡραιότατον Θεόν, μετὰ σώματος τεκοῦσα πανύμνητε, τὸν ἡμᾶς ὡραιώσαντα, τῆς ἀρχαίας ἀμορφίας εὐλογημένη.
ΚΑΤΑΒΑΣΊΑ: ΟΥ̓Κ ἘΛΆΤΡΕΥΣΑΝ.

ὨΙΔῊ Η´. Ὁ ΕἹΡΜΌΣ. ΟἹ ΘΕΟΡ̓ῬΉΜΟΝΕΣ ΠΑΙ͂ΔΕΣ
Οἱ ἐν φρουρᾷ τῆς κακίας καὶ τοῦ θανάτου, κατῳκισμένοι Παρθένε, φῶς διὰ σοῦ ἐθεάσαντο, καὶ τῆς ἐπουρανίου, ἐλευθερίας ἔτυχον. (δίς)
Καθεῖλες κόρη δυνάστας φρυαττομένους, τὸν ἀρχηγὸν τῆς εἰρήνης, ἀποτεκοῦσα ἐν σώματι, τὸν τοὺς ταπεινωθέντας, πρὸς δόξαν ὑψώσαντα.
Ἐκ τῶν ἁγνῶν σου λαγόνων κόσμῳ προῆλθεν, ὁ διὰ λόγου κοσμήσας, τὰ ὁρατὰ καὶ ἀόρατα, ὃν ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τοῦ ἀποστόλου. Τὸν ἐν ὄρει ἁγίῳ.
Θεογράφους, ὡς πλάκας δεδεγμένοι, τὰς σὰς βίβλους, πιστῶς κατατρυφῶμεν, τοῦ φωτισμοῦ τῆς χάριτος πανόλβιε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ὀργάνῳ, τῇ γλώττῃ σου τὸ πνεῦμα, κεχρημένον, φωτίζει τοὺς ἀνθρώπους, μυσταγωγοῦν τῆς χάριτος τὰ δόγματα, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Συνεδέθης, τῇ σχέσει μετὰ Παύλου, θεορρῆμον, Λουκᾶ τῷ θεηγόρῳ, καὶ ξυνωρὶς πανέντιμος ἐδείχθητε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοπλόκῳ, σαγήνῃ σου τῶν λόγων, θεοκήρυξ, τους πλάνῃ κρατουμένους, πρὸς φωτισμὸν τῆς πίστεως ἐζώγρησας, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον
Ἐλισάβετ, Μητέρα σε Κυρίου, προσεφώνει, Προφῆτις δεδειγμένη, τὸν Βαπτιστὴν καὶ Πρόδρομον βαστάζουσα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶσα εἰς αἰῶνας.

ΔΕΎΤΕΡΟΣ. ΛΥΤΡΩΤᾺ ΤΟΥ͂ ΠΑΝΤΌΣ.
Γηπονήσας ἀρότρῳ τῆς πίστεως, καρδιῶν τὰς ἀρούρας Ἀπόστολε, σπόρον θεῖον κατέβαλες, ἐν αὐταῖς ἀναμέλπων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ὡς τὴν σύμπασαν κτίσιν ὁ φθόγγος σου, τῶν πανσόφων δογμάτων διέδραμε, καὶ πίστει υἱοθέτησε, τῷ Θεῷ τοὺς βοῶντας· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ῥητορεύων τοῦ Λόγου τὴν σάρκωσιν, πλανωμένους ἀνθρώπους ἐπέστρεψας, πρὸς τρίβον τὴν σωτήριον, ἀνακράζων θεόφρον· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
ΘΕΟΤΟΚΊΟΝ.
Ἀνωτέρα ἐφάνης τῆς κτίσεως, ὡς τεκοῦσα τὸν πάντων δεσπόζοντα· διὸ κἀμὲ ὑπέρτερον, λογισμῶν ἐφαμάρτων, δεῖξον Παρθένε, καὶ ἀτόπων με ἔργων ἐκλύτρωσαι.
ΚΑΤΑΒΑΣΊΑ: ΠΑΙ͂ΔΑΣ ΕΥ̓ΑΓΕΙ͂Σ.

ὨΙΔῊ Θ΄. Ὁ ΕἹΡΜΌΣ. ἘΞΈΣΤΗ ἘΠῚ ΤΟΎΤΩΙ Ὁ ΟΥ̓ΡΑΝῸΣ
Ἀφλέκτως συλλαβοῦσα ἐν τῇ γαστρί, τοῦ Πατρὸς τὸ ἀπαύγασμα Δέσποινα, τὸν Ἰησοῦν, τὸν τὴν ὕλην φλέξαντα τῆς ἄρας, καὶ μετοχῇ τῆς χάριτος, ἀπαθανατίσασα τὸν Ἀδάμ, θανάτου ψυχικοῦ με, ἀνάστησον καὶ στῆσον, ἐπὶ ζωῆς θείας καινότητα.
Μεσίτρια γενοῦ μοι πρὸς τὸν Θεόν, καὶ φρουρὰ ἀσφαλὴς καὶ κυβέρνησις, ἐκ τοῦ βυθοῦ, τῶν ἀμπλακημάτων καὶ τῶν παθῶν, τὸν νοῦν μου ἐπανάγουσα, πρὸς θεογνωσίας τὸν ὁρισμόν, διὰ τῆς μετανοίας, ἵνα σε μεγαλύνω τῇ προμηθείᾳ σου σῳζόμενος.
Ἡ πύλη τῆς ἐνθέου ἀνατολῆς, ἐξ ἧς ὤφθη καὶ κόσμῳ ὡμίλησε μετὰ σαρκός, ὁ Πατρὶ καὶ Πνεύματι συμφυής, τὰς πύλας μοι διάνοιξον, τὰς τῆς εὐσπλαγχνίας τῆς θεϊκῆς, ὡς ἂν εἰσφέρω κόρη, τῷ πάντων ζωοδότη, ἀπὸ ψυχῆς ἐξομολόγησιν.
Ναμάτων ψυχοτρόφων ζωοποιῶν, τῇ ἀθλίᾳ ψυχῇ μου ἀπόσταξον, τὸν γλυκασμόν, ὅπως ἀποῤῥίψω ὁλοσχερῶς, ἰὸν τῆς θανατώσεως, καὶ τῆς ἁμαρτίας τῆς ἀπεχθοῦς, τὴν φλόγα κατασβέσω, καὶ τῆς ζωῆς τὸ ὕδωρ, ἐν τῇ καρδίᾳ ὑποδέξωμαι.

ΤΟΥ͂ ἈΠΟΣΤΌΛΟΥ. ὍΡΟΥΣ ΠΑΡΗ͂ΛΘΕΣ.
Ἔστης Λουκᾶ τῆς ἐφέσεως, τὸ τῶν ὀρεκτῶν οἷα φθάσας τὸ ἔσχατον, καὶ τέλους μακαρίου σαφῶς ἐπέτυχες, λυθέντων τῶν ἐσόπτρων, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Λάμψας τῷ κόσμῳ ὡς ἥλιος, ἐνθεαστικῶς τῇ Τριάδι παρίστασαι, σὺν Παύλῳ τῷ θεόπτῃ, Λουκᾶ πανεύφημε, μεθ' οὗ σε θεοφάντορ, ἀκαταπαύστως μεγαλύνομεν.
Αἴγλῃ Λουκᾶ τῇ φωσφόρῳ σου, τοὺς σοὺς ὑμνητὰς φαιδρυνθῆναι δυσώπησον, καὶ κόσμῳ τὴν εἰρήνην παμμάκαρ βράβευσον, ὅπως σε θεηγόρε, ἀκαταπαύστως μεγαλύνωμεν.
Χαίρων Λουκᾶ νῦν παρίστασαι, τῷ Παμβασιλεῖ τῷ στεφάνῳ κοσμούμενος, τῆς θείας εὐπρεπείας καὶ ὡραιότητος· διὸ σὲ θεορρῆμον, ἀκαταπαύστως μεγαλύνομεν.
Θεοτοκίον
Λόγον ἐδέξω τὸν ἄσαρκον, φύσιν τὴν ἐμὴν ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

ΔΕΎΤΕΡΟΣ. ΕΥ̓́Α ΜῈΝ ΤΩ͂Ι ΤΗ͂Σ ΠΑΡΑΚΟΗ͂Σ.
Σήμερον φωταυγὴς καὶ πανυπέρλαμπρος, ἡ σὴ μνήμη ἡ σωτήριος, ἤστραψε κόσμῳ μυστολέκτα, φαιδρύνουσα καρδίας καὶ πρόσωπα, τῶν σῶν ἱκεσιῶν τῇ λαμπρότητι, τῶν ἱερῶς ὑμνολογούντων σε.
Ἰάσεις παντοδαπὰς ὁ θεῖος τάφος σου, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος, βρύει Λουκᾶ τοῖς προσιοῦσι, καὶ λύει ψυχικὰ ἀῤῥωστήματα, καὶ νέμει εὐρωστίαν τοῖς κάμνουσι, καὶ κατευφραίνει τοὺς τιμῶντάς σε.
Μέγιστος ὁ ἀγών σου καὶ πανεύφορος· λογικοὺς καρποὺς γὰρ ἤνεγκε, τῶν πιστευσάντων τὰς ἀγέλας, καὶ νῦν ἐν τοῖς ὑψίστοις, ἠξίωσαι μεγίστων ἀναῤῥήσεων ἔνδοξε, μετὰ τοῦ Παύλου ἀγαλλόμενος.
Ὄμβρησον ταῖς πρεσβείαις σου μακάριε, τοῖς ἐκ πόθου εὐφημοῦσί σε, ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, κἀμὲ δὲ τόνδε ὕμνον σοι πλέξαντα, ἀπόρῳ διανοίᾳ καὶ στόματι, ῥῦσαι παθῶν παρενοχλήσεως.
ΘΕΟΤΟΚΊΟΝ.
Ὑφέρπων νυχθημερὸν ἐχθρὸς ὁ δόλιος, δελεάζων με οὐ παύεται, ἐπιθυμίαις παραλόγοις καὶ ταῖς τῶν λογισμῶν ἐπιθέσεσιν, ἀλλὰ τῆς τούτου ῥῦσαί με, Δέσποινα, καὶ τυραννίδος καὶ δουλώσεως.
ΚΑΤΑΒΑΣΊΑ: ἍΠΑΣ ΓΗΓΕΝΉΣ...

ἘΞΑΠΟΣΤΕΙΛΆΡΙΟΝ. ΤΟΙ͂Σ ΜΑΘΗΤΑΙ͂Σ ΣΥΝΈΛΘΩΜΕΝ.
Λουκᾶ Χριστοῦ ἀπόστολε, μῦστα τῶν ἀποῤῥήτων, καὶ τῶν ἐθνῶν διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας ἐκδυσώπει Θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, πάνσοφε μυστολέκτα.
ΘΕΟΤΟΚΊΟΝ.
Δέσποινα πάντων ἄνασσα, πρόφθασον ἐν ἀνάγκαις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν κινδύνοις, τῆς τελευταίας ἡμέρας, μὴ σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης μὴ ἀπώλεια ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν, ὡς Θεομήτωρ γὰρ ἁγνή, ὅσα θέλεις ἀνύεις.

Στιχηρὰ προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τοῦ Παύλου συνέκδημος, τὴν τοῦ Πνεύματος ἔλλαμψιν, προφανῶς κεκλήρωσαι Λουκᾶ ἔνδοξε, ὅθεν τῷ κόσμῳ ἀπήστραψας, ὡς θεῖος ἀπόστολος, ἀληθείας φωτισμόν, καὶ τοῦ ψεύδους διέλυσας τὴν σκοτόμαιναν, καὶ υἱοὺς τοῦ φωτὸς τοῦ ἀπροσίτου, ἀπειργάσω μυστολέκτα, τοὺς δεξαμένους τὸν λόγον σου.

Ὥσπερ κάλαμος ἔνθεος, ἡ θεόπνευστος γλῶσσά σου, τὸ τῆς νέας χάριτος Εὐαγγέλιον, καὶ τὰ λαμπρὰ κατορθώματα, τῶν συναποστόλων σου, διεχάραζε σοφῶς, ἐν δυσὶ Λουκᾶ τεύχεσιν ἃ κατέχουσα, οἷα δίκρουνον βρύσιν ἀφθαρσίας, τοῦ Χριστοῦ ἡ Ἐκκλησία, χαρμονικῶς μεγαλύνει σε.

Ὡς νεφέλην οὐράνιον, ζωῆς ὕδωρ ὑέτισας, τοῖς τῇ πλάνῃ ἔνδοξε ὑποκύψασιν, οὓς ἐκκαθάρας τοῖς λόγοις σου, ὡς δῶρον εὐπρόσδεκτον, καὶ ὀψώνιον τερπνόν, τῷ Χριστῷ προσενήνοχας· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, Λουκᾶ τὴν πάνσεπτον μνήμην σου.

Ὡς αὐτόπτης καὶ μέτοχος, κληρονόμος καὶ σύμφυτος, βασιλείας ἔνδοξε ἧς ἐκήρυξας, τῶν σῶν καμάτων τὰ ἔπαθλα, καὶ τὴν ἀνταπόδοσιν, τῶν ἀγώνων σου Λουκᾶ, ἀποδρέπῃ θεούμενος ταῖς μεθέξεσι, τοῦ ἀΰλου φωτὸς τῆς θεαρχίας, ἣν ἱκέτευε ἀλήκτως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ὡς ἰατρὸς θεοφόρος Λουκᾶ Ἀπόστολε, ἣν βοήθει οὐρανόθεν ἰατροῖς εὐσεβέσιν, ταχέως θεραπεύειν πάθη δεινά, καὶ πικρὰ ἀῤῥωστήματα, καὶ φωτισμὸν ἡμῖν αἴτει παρὰ Χριστοῦ, τοῦ λαμπρῶς σε θαυμαστώσαντος.

ΔΌΞΑ. ἮΧΟΣ ΠΛ. Δ´.
Δαυϊτικῶς συνελθόντες οἱ πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις πρὸς γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΠΑΝ

Τὰ τυπικά, οἱ μακαρισμοί, καὶ ἐκ τῶν κανόνων τοῦ ἁγίου,

ΑΠΟΣΤΟΛΟΣ
Προκ. Ἦχος πλ. δ´: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ...
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...
Πρὸς Κολασσαεῖς ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (Δ´ 5-11, 14-48)
Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολὰς ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρός, ὁ ἀγαπητὸς καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ Ἐκκλησίαν, καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ἡμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμὴ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟΝ.
Ἀλληλούϊα (γ´). Ἦχος α´.
Προκ.: Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στ.: Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων...
ΚΑΤΑ ΛΟΥΚΑΝ (Γ΄ 16-21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά μέ. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Κοινωνικόν: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ΜΕΓΑΛΥΝΆΡΙΑ.
Ὡς τῶν ἀποστόλων συγκοινωνός, καὶ τοῦ Ζωοδότου θεοῤῥήμων ὑφηγητής, τοῦ Εὐαγγελίου, Λουκᾶ τοῦ τῆς εἰρήνης, ἐκήρυξας ἐν κόσμῳ, τὴν ἀγαθότητα.
Παύλῳ τῷ πανσόφῳ οἰκειωθείς, ὤφθης τῶν ἐν σκότει τῆς ἀπάτης φωταγωγός, τῆς δικαιοσύνης, τὸν ἥλιον κηρύξας, Λουκᾶ τῶν ἀποῤῥήτων, ταμεῖον ἔμψυχον.
Ἄλλος ἐν τῇ χάριτι Μωϋσῆς, Λουκᾶ καθωράθης καὶ ἐνέγραψας ἐν δυσί, πλαξὶ θεηγόρε, τοῦ Πνεύματος τὸν νόμον, ἐν ᾧ ζωοποιοῦνται, πιστῶν διάνοιαι.
Συστοιχία δώρων πνευματικῶν, καὶ εἰκὼν καὶ στήλη ἀνεδείχθης παντὸς καλοῦ· ὅθεν ἐγχαράττεις, τῆς μόνης Θεοτόκου, τὴν ἱερὰν εἰκόνα, Λουκᾶ ἐν χρώμασι.

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ὑποφήτης τῶν Χριστοῦ μυστηρίων, Λουκᾶ θεόφρον Μαθητὰ τοῦ Σωτῆρος, διὰ παντὸς ἱκέτευε δεόμεθα, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου· σὺ γὰρ προστάτης πέφηνας ἡμῶν, καὶ ἀρωγός, καὶ μεσίτης πρὸς Κύριον.
ΔΌΞΑ. ΤῸ ΑΥ̓ΤΌ. ΚΑῚ ΝΥ͂Ν. ΘΕΟΤΟΚΊΟΝ.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

ΚΑῚ Ὁ ΚΑΝΏΝ, ΟὟ Ἡ ἈΚΡΟΣΤΙΧΊΣ· ΒΟΉΘΕΙ ἩΜΙ͂Ν ΛΟΥΚΑ͂ ΠΑΜΜΆΚΑΡ. ΓΕΡΑΣΊΜΟΥ.
ὨΙΔῊ Α´. ἮΧΟΣ ΠΛ. Δ´. ὙΓΡᾺΝ ΔΙΟΔΕΎΣΑΣ.
Βοήθειαν δίδου ταῖς σαῖς λιταῖς, Λουκᾶ θεηγόρε, τοῖς ἐν πίστει εἰλικρινεῖ, τῷ θείῳ προστρέχουσι ναῷ σου, καὶ τὴν θερμήν σου αἰτοῦσιν ἀντίληψιν.
Ὁ μέγας προστάτης τῶν εὐσεβῶν, Λουκᾶ Θεηγόρε, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐχθροῦ τοῦ ἀοράτου, ῥύου ἡμᾶς τοὺς ἀεὶ σὲ γεραίροντας.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, ὡς Ἀπόστολος εὐκλεής, λῦσον τῶν παθῶν ἡμῶν τὸ σκότος, Λουκᾶ Θεόφρον φωτὶ τῆς σῆς χάριτος.
ΘΕΟΤΟΚΊΟΝ.
Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τέξασα Κόρη, ὑπὲρ φύσιν μετὰ σαρκός, ἐκ φθοροποιῶν με νοημάτων, τῶν τυῤῥανούντων με θᾶττον ἀπάλλαξον.

ὨΙΔῊ Γ´. ΟΥ̓ΡΑΝΊΑΣ ἉΨΙ͂ΔΟΣ.
Ἐκ παντοίων κινδύνων καὶ συμφορῶν λύτρωσαι, καὶ πολυειδῶν συμπτωμάτων καὶ περιστάσεων, τῇ προστασίᾳ σου, τὸν σὸν λαὸν θεηγόρε, τὸν προσατενίζοντα, τῇ ἀντιλήψει σου.
Ἰσχυρόν σε προστάτην καὶ βοηθὸν ἕτοιμον, ἔχοντες Λουκᾶ θεηγόρε ἐκ πάσης θλίψεως, ἄτρωτοι μένομεν, καὶ εὐχαρίστῳ καρδίᾳ, τὴν κηδεμονίαν σου, ἀνακηρύττομεν.
Τῇ θερμῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστὸν ἔνδοξε, τεῖχος ἡμῖν γένοιτο θεῖον, καὶ ἀπερίτρεπτον, ἐχθρῶν ἀπείργουσα, τὰς χαλεπὰς ἐπιθέσεις, καὶ χαρὰν τὴν κρείττονα, ἡμῖν παρέχουσα.
ΘΕΟΤΟΚΊΟΝ.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ μετὰ τὸν ἄφραστον τόκον παρθένος μείνασα, τὸν νοῦν μου καθαρόν, ἐκ μολυσμῶν ἀκαθάρτων, καὶ παθῶν χειρώσεως, ῥῦσαί με δέομαι.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ΑἼΤΗΣΙΣ ΚΑῚ ΤῸ ΚΆΘΙΣΜΑ. ἮΧΟΣ Β´. ΠΡΕΣΒΕΊΑ ΘΕΡΜΉ.
Χριστοῦ Μαθητής, καὶ ἱερὸς Ἀπόστολος, ὑπάρχων Λουκᾶ, προστάτης ἑτοιμότατος, ἡμῶν ἐδείχθης Ἅγιε· διὰ τοῦτο πιστῶς ἐκβοῶμέν σοι· Μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ὨΙΔῊ Δ´. ΕἸΣΑΚΉΚΟΑ ΚΎΡΙΕ.
Ἰατρὸς πέλων ἔνθεος, ἴασαι τὰ πάθη ψυχῆς καὶ σώματος, τῷ φαρμάκῳ τῆς σῆς χάριτος, ὦ Λουκᾶ τῶν πίστει προσιόντων σοι.
Νοσημάτων καὶ θλίψεων, καὶ δυσπραγιῶν ποικίλων ἁπάλλαξον, τοὺς προστρέχοντας τῇ σκέπῃ, Εὐαγγελιστὰ Λουκᾶ μακάριε.
Λαμπρυνόμενος χάριτι, τοῦ σοῦ διδασκάλου Λουκᾶ Ἀπόστολε, λάμπρυνόν μου τὴν διάνοιαν, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσι.
ΘΕΟΤΟΚΊΟΝ.
Ὄρος θεῖον προγράφει σε, κατασκιαζόμενον θείῳ Πνεύματι, ὁ Ἀββακοὺμ ὁ ἐνθεώτατος, Θεοτόκε μόνη Μητροπάρθενε.

ὨΙΔῊ Ε΄. ΦΏΤΙΣΟΝ ἩΜΑ͂Σ.
Ὕψιστον Θεόν, τοῖς βροτοῖς προσομιλήσαντα, ὃν ἐκήρυξας Λουκᾶ ἐπὶ τῆς γῆς, καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κόπασον Λουκᾶ, τῶν παθῶν ἄγρια κύματα, ἀπειλοῦντα ἡμῖν ὄλεθρον δεινόν, καὶ εἰρήνην ἡμῖν αἴτει ἀστασίαστον.
Ἄνωθεν ἡμῖν, συμπαθῶς βλέψον Ἀπόστολε, τοῖς ἑστῶσι τῇ Εἰκόνι σου πιστῶς, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.
ΘΕΟΤΟΚΊΟΝ.
Πάθεσι σαρκός, ὑποτέταγμαι ὁ δείλαιος, ἀλλὰ Δέσποινα σὺ δίδου μοι ἰσχύν, τοῦ ἐκφεύγειν τοῦ ἀλάστορος πᾶν νόημα.

ὨΙΔῊ ΣΤ´. ΤῊΝ ΔΈΗΣΙΝ, ἘΚΧΕΩ͂.
Ἀχείμαστον, οἷα ὅρμον εὑρόντες, τὸν σὸν ἅγιον ναὸν θεηγόρε, τῷ ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ Λουκᾷ εὐλαβῶς καταφεύγοντες, λυτρούμεθα τῶν δυσχερῶν, καὶ γαλήνης τελείας πληρούμεθα.
Μεγίστων, ἀξιωθεὶς χαρισμάτων, ὡς Ἀπόστολος Χριστοῦ θεηγόρος, μεγάλων πόνων ἡμᾶς ἀπαλλάττεις, καὶ πάσης βλάβης καὶ λύπης καὶ θλίψεως, τοὺς πολιοῦχόν σε θερμόν, κεκτημένους Λουκᾶ ἱερώτατε.
Μὴ παύσῃ, ταύτῃ τῇ πόλει παρέχων, τὴν σεπτήν σου προστασίαν καὶ χάριν, ὅτι τῇ σῇ ἀρωγῇ ἐγκαυχᾶται, καὶ τῷ ναῷ σου προστρέχει κραυγάζουσα· ῥύου ἡμᾶς ἀεὶ Λουκᾶ, δυσπραγίας ἁπάσης καὶ θλίψεως.
ΘΕΟΤΟΚΊΟΝ.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Παναγία Παρθένε, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, ἁγιασμὸν ἡμῖν πᾶσι παρέχοντα· διὸ ἁγίασον κἀμοῦ, καὶ ψυχὴν καὶ καρδίαν καὶ ἔννοιαν.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
ΑἼΤΗΣΙΣ ΚΑῚ ΤῸ ΚΟΝΤΆΚΙΟΝ. ἮΧΟΣ Β´. ΤΑΙ͂Σ ΤΩ͂Ν ΑἹΜΆΤΩΝ ΣΟΥ.
Ὥσπερ λιμένα κατέχοντες ἄκλυστον, τὸν σὸν ναὸν ἐν αὐτῷ καταφεύγομεν, καὶ ζάλης ἁπάσης ῥυόμεθα, Λουκᾶ τῇ σῇ ἀντιλήψει καὶ χάριτι, Χριστὸν τὸν Σωτῆρα δοξάζοντες.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ...
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς κώμην Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Τοῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Γλῶσσαν θεοκίνητον, τῇ θεϊκῇ ἐπιπνοίᾳ, πλουτήσας ἐχάραξας, τοῦ Χριστοῦ τὸ ἅγιον Εὐαγγέλιον, καὶ φωτὸς ἔμπλεως, τοῦ ἐπουρανίου, γεγονὼς Λουκᾶ Ἀπόστολε, σκότους ἀπάλλαξον, πάσης ἀσθενείας καὶ θλίψεως, καὶ νόσων καὶ κακώσεων, καὶ παντὸς σκανδάλου τοῦ ὄφεως, τοὺς σοὶ προσιόντας, εἰρήνην καὶ ὑγείαν καὶ χαράν, καὶ τῶν πταισμάτων, πᾶσιν ἐξαιτούμενος.

ὨΙΔῊ Ζ΄. ΟἹ ἘΚ ΤΗ͂Σ ἸΟΥΔΑΊΑΣ.
Κατὰ πάσης κακίας καὶ πικρὰς τυραννίδος τοῦ πολεμήτορος, ἰσχύν ἡμῖν παράσχου, Λουκᾶ θαυματοφόρε, καὶ παθῶν σβέσον ἄνθρακας, τῇ ἐπομβρίᾳ τῆς σῆς, ἁγίας προμηθείας.
Ἀσθενοῦσι τὴν ῥῶσιν, καὶ δεινῶς θλιβομένοις τὴν ἀπολύτρωσιν, καὶ πᾶσιν ἀθυμοῦσι, καὶ κατατρυχομένοις, θλιβεραῖς περιστάσεσιν, ἴασιν δίδου Λουκᾶ, καὶ δυσχερῶν τὴν λύσιν.
Ῥοῦν δεινῶν παθημάτων κατακλύζοντα πάντας ῥοπῇ τοῦ χείρονος, τοῖς ῥείθροις τῶν πολλῶν σου, ἀνάστειλον χαρίτων, καὶ ἡμᾶς καταδρόσισον, τοὺς φλεγόμενους Λουκᾶ, πυρὶ τῆς ἁμαρτίας.
ΘΕΟΤΟΚΊΟΝ.
Γνώμην θείαν μοι δίδου, καὶ τῷ φόβῳ Κυρίου τὸν νοῦν μου τείχισον, ὡς ἂν τοῦ πολεμίου, ἐκφύγω τὰς πλεκτάνας, ὁ προστρέχων τῇ σκέπῃ σου, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ τύχω σωτηρίας.

ὨΙΔῊ Η´. ΤῸΝ ΒΑΣΙΛΈΑ.
Ἐν εὐλαβείᾳ, τῇ ἱερᾷ σου Εἰκόνι, παριστάμενοι Λουκᾶ σοὶ ἐκβοῶμεν· Δίδου ἡμῖν πᾶσι, δυσχερειῶν τῇ λύσιν.
Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν σωτηρίαν, ἡμῖν αἴτησαι Λουκᾶ παρὰ Κυρίου, τοῖς ἐκδεχομένοις, τὴν σὴν ἐπιστασίαν.
Ἀγαλλιᾶται, αὕτη ἡ πόλις πλουτοῦσα, πολιοῦχόν σε Λουκᾶ καὶ τὰς αἰτήσεις, παρὰ σοῦ λαμβάνει, ὑμνοῦσά σου τὴν χάριν.

ΘΕΟΤΟΚΊΟΝ.
Σύ μου προστάτις, καὶ ἀσφαλὴς σωτηρία, Παναμώμητε δεδοξασμένη Κόρη, ὅθεν τῇ σῇ σκέπῃ, προστρέχω καθ᾿ ἑκάστην.

ὨΙΔῊ Θ΄. ΚΥΡΊΩΣ ΘΕΟΤΌΚΟΝ.
Ἰσχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, καὶ ταῖς ἀνάγκαις τοῦ βίου καὶ θλίψεσι, Λουκᾶ πίστει τοῖς προστρέχουσι τῇ πρεσβείᾳ σου.
Μανίας τοῦ Βελίαρ, φύλαττε ἀτρώτους, καὶ πολυπλόκων σκανδάλων Ἀπόστολε, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.
Ὁ ἅγιος ναός σου, πάντας ἁγιάζει, τοὺς ἐν αὐτῷ εἰσιόντας Ἀπόστολε, διὸ κἀμὲ ἐξαγίστων πράξεων καθαρόν.
ΘΕΟΤΟΚΊΟΝ.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, μεθοδειῶν τῶν ποικίλων τοῦ ὄφεως, καὶ φωτισμοῦ οὐρανίου τοῦτον ἀξίωσον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Μύστης τοῦ Σωτῆρος θεοειδής, Εὐαγγελιστής τε, καὶ Ἀπόστολος εὐκλεής, Λουκᾶ ἀναδείχθης, τῇ θείᾳ ἐπιπνοίᾳ, καὶ πᾶσι καταλάμπεις, τὸ φῶς τῆς χάριτος.
Ἴασαι ψυχήν μου τὴν ἀσθενῆ, ἰατρὸς ὑπάρχων, καὶ Ἀπόστολος τοῦ Χριστοῦ, Λουκᾶ θεηγόρε, καὶ ῥῶσιν καὶ ὑγείαν, τῷ σώματί μου δίδου, καθικετεύω σε.
Αἴγλη διαλάμπων τῇ τοῦ Χριστοῦ, τοῦ Εὐαγγελίου, ὤφθης θεῖος μυσταγωγός, καὶ γράμμασι τοῦτο, σοφῶς διαχαράττεις, ὡς τῶν ἀῤῥήτων μύστης, Λουκᾶ Ἀπόστολε.
Παύλῳ τῷ θεόπτῃ ἀκολουθῶν, σὺν αὐτῷ κηρύττεις, τὴν ἀπόῤῥητον τοῦ Χριστοῦ, σάρκωσιν ἐν κόσμῳ, Λουκᾶ καὶ ἐν ταῖς Θήβαις, τῆς Βοιωτίας δρόμον, τὸν θεῖον ἤνυσας.
Θεῖον πολιοῦχόν σε καὶ φρουρόν, Λουκᾶ θεηγόρε, κεκτημένοι τῷ σῷ ναῷ, σπεύδομεν ἐν πίστει, καὶ τῇ σῇ προστασίᾳ, λαμβάνομεν ταχέως ἃ ἐξαιτούμεθα.
Φύλαττε ἀτρώτους πάσης ὀργῆς, λοιμῶν λαοφθόρων καὶ κινδύνων καὶ συμφορῶν, Λουκᾶ θεηγόρε, τοὺς ἀρωγὸν καὶ ῥύστην, καὶ θεῖον ἀντιλήπτορα κεκτημένους σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί...
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Εὐαγγελιστὰ θεηγόρε, Λουκᾶ Ἀπόστολε, πρέσβευε δεόμεθα, λυτροῦσθαι πάντοτε, τοὺς πιστῶς σοι προσπίπτοντας, ἐκ πάσης ἀνάγκης, πόνων καὶ κακώσεων, καὶ νοσημάτων πικρῶν, σὺ γὰρ ἡμῶν μέγας προστάτης, καὶ τῷ σῷ ναῷ προσιόντες, πάθη ἀθυμίας ἐκλυτρούμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ εὐχῶν...

ΚΑΝΩΝ
ΑΓΙΟΥ ΣΥΜΕΩΝ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
(Ψαλλόμενα ἐν τοῖς Ἀποδείπνοις)

Ἀκροστιχίς: Εὐαγγελίου συγγραφεῖ Λουκᾷ μέλος, Συμεών.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ἐπειδὴ ἔφης πολλοὶ ἐπεχείρησαν· τοῦ ἀνατάξασθαι· τῶν θείων πραγμάτων· Χριστοῦ τὴν διήγησιν, καθὼς οἱ ὑπηρέται σοι· πρὶν παρέδοσαν Λόγου, αὐτὸς σὺ γράψας παρέδωκας· καὶ ἡμεῖς τολμῶμεν ὑμνῆσαί σε.
Ὕμνους σοι πλέκειν ἐκ τῶν θείων λόγων σου, ὦ θεηγόρε Λουκᾶ, δίκαιον καὶ πρέπον· διὸ καὶ ὡς ἄγγελον· καὶ κήρυκα τοῦ Λόγου σε· καὶ ἐνσάρκου ἀγγέλου· Χριστοῦ εἰπόντα τὴν σύλληψιν· τοῦ Προδρόμου, μάκαρ γεραίρομεν.
Ἅγιος ὅλος πεφυκὼς ἐκήρυξας· ἐν τοῖς ἁγίοις ἰδεῖν· ἄγγελον Κυρίου· Ζαχαρία λέγοντα, ἠκούσθη σου ἡ δέησις· καὶ γεννήσεις προφήτην, ὃς τοῦ Χριστοῦ προπορεύσεται· καὶ ὡς ἴσον τούτου ὑμνοῦμέν σε.
ΘΕΟΤΟΚΊΟΝ.
Γέγραφε κόρη, ὁ Λουκᾶς ὡς ἔβλεψας· τὸν ἄγγελον Γαβριήλ· τῷ μηνὶ τῷ ἕκτῳ· καὶ τὸ Χαῖρε ἔφη σοι, εὐλογημένη πάναγνε· καὶ κεχαριτωμένη, μετὰ σοῦ χαῖρε ὁ Κύριος, καὶ ἡμεῖς τὸ Χαῖρέ σοι κράζομεν.

ὨΙΔῊ Γ´. Ὁ ΣΤΕΡΕΏΣΑΣ ΚΑΤ᾿ ἈΡΧΆΣ.
Γράφεις τὴν κόρην ἐν γαστρί· τὸν Θεὸν Λόγον λαβοῦσαν· σαρκωθέντα ἐξ αὐτῆς πορευθῆναι, ὦ μάκαρ Λουκᾶ, Ἐλισάβετ ἀσπάσασθαι· καὶ μητέρα Κυρίου· ταύτην ἐκ ταύτης ἐκήρυξας.
Ἐσκίρτησεν ἀπὸ γαστρός· ὁ Πρόδρομος ἐκδιδάσκεις, καὶ βοᾷ διὰ μητρός, Πόθεν, μήτηρ· τοῦ Κυρίου μου ἁγνή, τὸ πρὸς ἡμᾶς γενέσθαι σε, εὐλογημένη πέλεις· εὐλογημένος ὁ τόκος σου.
Λέγω σε κήρυκα Θεοῦ· Εὐαγγελίου τε θείου· συγγραφέα ὑψηλὸν ἐγνωκότες· μυστηρίων τῶν φρικτῶν· μυσταγωγόν τε μέγιστον· ῥήτορα Ἐκκλησίας· Χριστοῦ Λουκᾶ μακαρίζομεν.
ΘΕΟΤΟΚΊΟΝ.
Ἱερωτάτην σὴν ᾠδήν· τὸν γράψαντα νῦν ὑμνοῦμεν· καὶ σὲ κόρη· Μεγαλύνει ψυχή μου· Κύριον ὅτι ἰδού· εἰς τὴν ἐμὴν ἐπέβλεψε· ταπείνωσιν ποιήσας· ὁ δυνατὸς μεγαλεῖά σοι.

ὨΙΔῊ Δ´. ΣΎ ΜΟΥ ἸΣΧΎΣ, ΚΎΡΙΕ.
Ὅλος τελῶν· Λουκᾶ τῆς χάριτος πλήρωμα· Ἰωάννου· κλῆσιν χαριτώνυμον· ἐν τῇ γεννήσει γράφεις αὐτούς· καὶ ᾠδὴν πατρὸς δέ· Εὐλογητὸς λέγων Κύριος· ὅτι λύτρωσιν θείαν· νῦν ἐποίησε πᾶσι· οἱ λαβόντες οὖν ταύτην ὑμνοῦμέν σε.
Ὑπάρχων σύ· ὡς ἀληθῶς μέγας Ἄγγελος· καὶ ποιμὴν δέ· Λουκᾶ ὅλος ἄμωμος· τὴν τοῦ Χριστοῦ γέννησιν ἡμῖν· τὴν ἐν τῷ σπηλαίῳ· καὶ φάτνῃ γράφεις ἀνάκλησιν· καὶ δρᾶσιν ποιμένων· καὶ τὸν ὕμνον ἀγγέλων· Δόξα κράζων Θεῷ εἰρήνη ἐν γῇ.
Σὺ ἐλλαμφθείς· δόξῃ Κυρίου ἐξέθηκας· τοὺς ἀγγέλου· λόγους· Μὴ φοβεῖσθε δή· εὐαγγελίζομαι γὰρ ὑμῖν· χαρὰν τὴν μεγάλην· ὅτι ἐτέχθη ὑμῖν Σωτήρ· ὁ Χριστὸς Κύριος μόνος· ὃν δυσώπει τοῦ σῴζειν· ὦ Λουκᾶ τοὺς πιστῶς εὐφημοῦντάς σε.
ΘΕΟΤΟΚΊΟΝ.
Ὕμνον λαμπρόν· γράφει Λουκᾶς ἐν τῷ τόκῳ σου· Θεῷ δόξα· ἐν ὑψίστοις πάναγνε· εἰρήνη θεία ἐπὶ τῆς γῆς· καὶ ἐν τοῖς ἀνθρώποις· ἡ εὐδοκία· νῦν γέγονε· καὶ σὲ μαρτυρεῖ κόρη· ὡς τὰ ῥήματα πάντα· συνετήρεις ἁγνὴ ἐν καρδίᾳ σου.
ὨΙΔῊ Ε΄. ἽΝΑ ΤΊ ΜΕ ἈΠΏΣΩ.
Γράφεις τὸ τῶν ποιμένων· θαῦμα ἐφ᾿ οἷς ἤκουσαν καὶ εἶδον ἔνδοξε· καὶ Ἰησοῦ κλῆσιν· τὴν σωτήριον τῷ περιτέμνεσθαι· καὶ τὴν ὑπαντὴν δέ· καὶ Συμεὼν τὴν προφητείαν· θεηγόρε Λουκᾶ, τὴν ἐν Πνεύματι.
Γραφικαῖς μαρτυρίαις· πάντα τὰ Χριστοῦ μεγαλύνεις μυστήρια· ὅπως ἐσαρκώθη· φῶς ἐθνῶν τε τῷ κόσμῳ ἐπέφανε· καὶ δωδεκαετής· Υἱὸς Θεοῦ καὶ παῖς ὧν κράζει· Τοῖς Πατρός μου δεῖ εἶναί με πάντοτε.
Ῥήτωρ ὤν τῆς Τριάδος· πρῶτος ταύτης ἔδειξας τὴν γνῶσιν γράμμασιν· Υἱὸν βαπτισθέντα· καὶ τὸ Πνεῦμα δεικνὺς κατερχόμενον· Πατέρα βοώντα· Οὗτος Υἱὸς ἀγαπητός μου, καὶ πιστοὶ ὦ Λουκᾶ εὐφημοῦμέν σε.
ΘΕΟΤΟΚΊΟΝ.
Ἀριθμεῖ Λουκᾶς κόρη· γενεὰν τὴν θείαν σου ἐκ Δαυῒδ οὖσάν σε· Ἀβραὰμ καὶ Σήθ τε· καὶ Ἀδὰμ καὶ Θεοῦ φάσκων πάνσεμνε· ἐπεὶ Θεοῦ γένος· τὸ γηγενῶν ἐν σοὶ ἐδείχθη· καὶ τιμῶντες αὐτὸν σὲ δοξάζομεν.

ὨΙΔῊ ΣΤ´. ΤῊΝ ΔΈΗΣΙΝ, ἘΚΧΕΩ͂.
Φανέρωσιν, τὴν Χριστοῦ ἐδίδαξας· Ἰωάννην ἐκδιδάσκοντα δείξας· τοῦτον Θεόν, πειρασμοὺς καὶ νηστείαν· καὶ τὰ θαυμάσια ἐκδιηγούμενος· ἀνάγνωσιν ἐν Ναζαρέτ· ὦ Λουκᾶ θεηγόρε, καὶ τέρατα.
Ἐξέθηκας, δαιμονίων δίωξιν· ἰατρείαν πενθερᾶς τῆς τοῦ Πέτρου· νόσων πολλῶν, καὶ δι᾿ ἄγρας ἰχθύων· μαθητῶν κλῆσιν λεπροῦ τε τὴν κάθαρσιν· καὶ παραλύτου ῥῶσίν τε· Λευΐ κλῆσιν Λουκᾶ παμμακάριστε.
Ἰάθη μέν, ὁ ξηρὰν ἔχων χεῖρα· καὶ τοῦ ἄρχοντος ὁ παῖς υἱὸς χήρας· καὶ λεγεὼν ἐδιώχθη, ὡς ἔφης· νεκρὰ ζῇ παῖς καὶ αἱμόῤῥους δὲ ἴαται· καὶ πλεῖστα πάθη ἀλλά τε· καὶ ἡμᾶς ἰατρὲ Λουκᾶ, ἴασαι.
ΘΕΟΤΟΚΊΟΝ.
Λαμπόμενος, ὁ Λουκᾶς ἐκ σοῦ κόρη· διηγεῖται τοῦ Υἱοῦ σου τὰ ἔργα· ἀνιστορεῖ, καὶ σεπτήν σου εἰκόνα· καὶ ἰατρεύει τὰ πάθη καὶ νόσους δέ· διώκει κλήσει τοῦ Χριστοῦ· καὶ σοῦ κόρη μεθ᾿ οὗ τιμῶμέν σε.

ὨΙΔῊ Ζ΄. ΘΕΟΥ͂ ΣΥΓΚΑΤΆΒΑΣΙΝ.
Ὁ μέγας συνέκδημον· ἔχει σὲ Παῦλος Λουκᾶ ἀπόστολε· καὶ σὺν τούτῳ τὴν πᾶσαν· Ἀσίαν τρέχεις Μακεδονίαν σοφέ· καὶ Ἀχαΐαν εἰς Ἱεροσόλυμα· συνδεσμευθεὶς δὲ αὐτῷ· σύμπλους εἰς Ῥώμην φοιτᾷς.
Ὑπέγραψας ἅπαντα· ὡς δυνατόν σοι Χριστοῦ τὰ θαύματα· μαθητῶν τε τὴν κλῆσιν· τὰς ἐντολάς τε παραβολὰς τὰς σεπτάς· τὴν ἐν τῷ ὄρει Θαβὼρ μεταμόρφωσιν ὡς ἐλλαμφθεὶς τὴν ψυχήν· Λουκᾶ καὶ λάμψον ἡμᾶς.
Καλῶς τὴν τῶν δώδεκα· καὶ ἑβδομήκοντα ἐκλογὴν ἔθηκας· προσευχήν τε τὴν θείαν· καὶ τὰς ἀσώτου καὶ τοῦ τελώνου φωνάς· τοῦ ἐμπεσόντος εἰς λῃστάς τε ἴασιν· Λαζάρου τε τὸ πτωχόν· δι᾿ ὧν καὶ σῶσον ἡμᾶς.
ΘΕΟΤΟΚΊΟΝ.
Ἁγνὴ ὥσπερ ἔγραψε· Λουκᾶς ὁ θεῖος σοῦ μακαρίζομεν· τὴν ἁγίαν κοιλίαν· τὴν τὸν Θεόν σου ἁγνῶς βαστάσασαν· καὶ τοὺς μαστούς σου οἷς αὐτὸν ἐθήλασας· καὶ δὸς τὸν λόγον αὐτοῦ· τηρεῖν καὶ σῴζεσθαι.

ὨΙΔῊ Η´. ἙΠΤΑΠΛΑΣΊΩΣ ΚΆΜΙΝΟΝ
Μέγα δῶρον διέγραψας· παρθενίας τὸ χάρισμα καὶ τῆς ἀκτησίας ἐκ τοῦ νεανίσκου σύ· τὰς δέκα δὲ μνᾶς πολλάς· εἰργάσω θείοις πόνοις σου· καὶ δύο λεπτὰ ὑπὲρ ἁπάσας θυσίας· ψυχὴν καὶ σῶμα μάκαρ· τῷ Χριστῷ σου προσήξας· καὶ νῦν τὸ Καλὲ δοῦλε· παρὰ Χριστοῦ ἀκούεις.
Ἐξέθηκας τοῦ πώλου μέν· ὦ Λουκᾶ τὴν ἐπίβασιν· καὶ παίδων τὸν ὕμνον καὶ φθόνον τὸν ἄδικον· θεοκτόνων ἔνδοξε· καὶ τὰς φωνὰς τὰς θείας Χριστοῦ· καὶ ἐπιβουλὰς τῶν κατ᾿ αὐτοῦ μαινομένων· ἂς καὶ αὐτὸς ὑπέστης· διωχθεὶς ὑβρισθείς τε· ᾧ καὶ νῦν συνδοξάζῃ· εἰς οὐρανοὺς χορεύων.
Λέγεις τὸ δεῖπνον ἔνδοξε· μυστικὸν τὸ θειότατον· καὶ τὴν προσευχὴν Χριστοῦ καὶ προδοσίαν τε· τὰς ὕβρεις τοὺς μώλωπας· σταυρὸν εὐγνώμονός τε λῃστοῦ· τὸ Μνήσθητι κράζεις· καὶ θάνατον Δεσπότου καὶ ἔγερσιν, ὃν εἶδες σὺ Κλεόπα ὀδεύων· καὶ θερμανθεὶς παράσχου· τὴν αὐτὴν ἡμῖν θέρμην.
ΘΕΟΤΟΚΊΟΝ.
Ὄρθρου βαθέος δέσποινα· τὸν υἱόν σου ἐκήρυξε· Λουκᾶς ἀναστῆναι καὶ σὺν μυροφόροις σε· μαθεῖν τὴν ἀνάστασιν· τοῖς ἀποστόλοις τε ἐξειπεῖν· οἷς καὶ τὴν εἰρήνην ἐμφανισθεὶς παρέσχε· καὶ τούτου καταγγέλλει τὴν ἀνάληψιν κόρη· καὶ ἔλευσιν δευτέραν· ἐν ᾖ ἡμᾶς σὺ σῶσον.

ὨΙΔῊ Θ΄. ἘΞΈΣΤΗ ἘΠῚ ΤΟΎΤΩΙ.
Σὺ λόγον μὲν τὸν πρῶτον θεῖε Λουκᾶ, τὸ σεπτὸν Εὐαγγέλιον ἔγραψας· δεύτερον δέ· Πράξεις τὰς ἐνθέους τῶν μαθητῶν· καὶ ὡς ἐν τεσσαράκοντα· τούτοις ὀπτανόμενος ὁ Σωτήρ· περὶ τῆς βασιλείας· αὐτοῦ ἧν καταγγέλλων· ἧς καὶ ἡμᾶς σοφὲ ἀξίωσον.
Σὺ Πνεύματος τὴν κάθοδον ἐναργῶς· τοῖς πιστοῖς καθυπέγραψας ἔνδοξε· γλώσσας πυρός· ἐν τῷ ὑπερῴῳ τε κατελθεῖν· καὶ μύστας πλῆσαι ἅπαντας· καὶ τὴν τοῦ Ματθίου τε ἐκλογήν· τῶν ἑπτὰ διακόνων· κηρύκων τριῶν μόρους· καὶ κλῆσιν Παύλου ᾧ συντέταξαι.
Μεμόρφωσαι τοῖς πάθεσι τοῦ Χριστοῦ· μαθητής τε τελῶν τὰ ἐξαίσια· ἔργα ποιεῖς· ὁδηγῶν πρὸς πίστιν ἔθνη φανείς· γραφεὺς Εὐαγγελίου τε· ἰατρός τε θεῖος ὕπνον ζωῆς· ὕπνοις Λουκᾶ ζῶν ἄνω· καὶ φύλαττε συνάμα· τῇ Ἐκκλησίᾳ τοὺς ὑμνοῦντάς σε.
ΘΕΟΤΟΚΊΟΝ.
Ὧν μέγας ἐραστής σου κόρη Λουκᾶς· καὶ τοῦ θείου σου τόκου ἱστόρησε· τούτου σεμνή· εἰκόνα τὴν θείαν μορφωτικῶς· σοῦ καὶ τῶν ἀποστόλων τε· καὶ τοῦτο ὡς μέγα δῶρον ἡμῖν· ἐστὶν εἰς σωτηρίαν· ὅθεν αὐτὸν τιμῶντες· σὲ τὴν κυρίαν τούτου σέβομεν.

ΣΤΙΧΗΡΑ. Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τῶν θείων λόγων ἡ γλῶσσα νῦν τιμάσθω, φωνὴ ἡ ἑξάκουστος· τῶν μυστηρίων Χριστοῦ, καὶ τῶν αὐτοῦ παραδόσεων, καὶ θείων ἔργων, Λουκᾶς τὸ στόμα τὸ μεγαλόφωνον, βροντὴ ἡ τὰ πέρατα, πάντα πληρώσασα, καὶ ἀστραπὴ ἡ φωτίσασα· πάντα τὸν κόσμον· Εὐαγγελίου τοῖς θείοις ῥήμασι· καὶ ἀποστόλων· ἐν ταῖς Πράξεσιν, ὁ αὐτόπτης Χριστοῦ τῆς ἐγέρσεως· καὶ ἀπόστολος μέγας, Ἐκκλησίας ὁ θεμέλιος.

Τῶν οὐρανίων ὁ ῥήτωρ ὁ πυρίπνους, ἡ σάλπιγξ ἡ εὔηχος τῶν μυστηρίων Χριστοῦ, ἡ τὰ θεόφθογγα λόγια· διατρανοῦσα· καὶ τὸ σωτήριον καταγγέλλουσα· Λουκᾶς ὁ ἀπόστολος· ἀνευφημείσθω πιστῶς, ὁ θεηγόρος τῆς χάριτος· κῆρυξ καὶ μύστης· τοῦ σαρκωθέντος Θεοῦ δι᾿ ἔλεον, Ἄγγελος ἄλλος· τῆς σαρκώσεως τὴν χαρὰν ὁ μηνύσας τοῖς πέρασιν, ὁ τοῦ Εὐαγγελίου· συγγραφεύς τε καὶ διδάσκαλος.

Ὁ μυστολέκτης Χριστοῦ τῶν ἀποῤῥήτων, ὁ πόθῳ ἀπόστολε ὑπηρετήσας αὐτῷ· καὶ κορυφαίων ἀκόλουθος· καὶ συνεργάτης, Λουκᾶ γενόμενος καὶ συνέκδημος, τοῖς ἔθνεσιν ἅπαντα· ἅπερ ἑώρακας· καὶ ἠνωτίσω κατήγγειλας, τὸ θεῖον γράψας· καὶ παραδοὺς ἡμῖν Εὐαγγέλιον, ᾧ στηριχθέντες· ὡς πατέρα σὲ εὐσεβείας γινώσκοντες ἔνδοξε· σοῦ τὸ θεῖον ἐκ πόθου· πιστοὶ σέβομεν μνημόσυνον.

Πηγή: http://voutsinasilias.blogspot.gr/2010/10/18.html

ΕΝΟΡΙΑΚΑ ΝΕΑ
Η Κυριακή των Βαΐων στην Αγία Θεοδώρα την Βασίλισσα και πολιούχο της Άρτας

Η Κυριακή των Βαΐων στην Αγία Θεοδώρα την Βασίλισσα και πολιούχο της Άρτας

Με λαμπρότητα και εν πληθούση Εκκλησία εορτάστηκε η Κυριακή των Βαΐων στον Ιερό Ναό της πολιούχου και προστάτιδος της Άρτας, Αγίας Θεοδώρας της Βασιλίσσης.

Πρόγραμμα Εορτασμού Αγίας Θεοδώρας 2018

Πρόγραμμα Εορτασμού Αγίας Θεοδώρας 2018

Πρόγραμμα Εορτασμού Ιερού Ναού Αγίας Θεοδώρας 2018

Ἱερὰ Πανήγυρις Ἁγίου Νικολάου πόλεως Ἄρτης

Ἱερὰ Πανήγυρις Ἁγίου Νικολάου πόλεως Ἄρτης

Τὴν Τετάρτη 6 Δεκεμβρίου, ἡμέρα ποὺ ἡ Ἁγία μας Εκκλησία τιμᾶ τὴν μνήμη τοῦ Ἁγίου Νικολάου, Ἐπισκόπου Μύρων τῆς Λυκίας, ὁ φερώνυμος Ἱερὸς Ἐνοριακὸς Ναὸς στὴν πόλη μας, εὐλαβῶς πανηγυρίζει τὴν μνήμη του.

ΠΛΗΡΟΦΟΡΗΣΗ
Το Μυστήριο της Βάπτισης

Το Μυστήριο της Βάπτισης